{"type":"header","work_id":"work:grc:homer:odyssey","title":"Odyssey","language":"greek","wing":"greek","grain":"book","posture":"full_text","rows":24,"text_licenses":["cc-by-sa-3.0-us"],"license":"CC BY 4.0 (estate-derived fields); included text keeps its per-record source license","license_url":"https://creativecommons.org/licenses/by/4.0/","attribution":"logoi.health — https://logoi.health/receipts/soul-word-journey-v0","attribution_rule":"Reuse requires the attribution line above (CC BY 4.0). Text records carry their own license_id; only open-display licenses appear in this file.","licensed_material_note":"Licensed lexica and citation-only authorities are excluded from bulk dumps by construction — cite the authority, never reprint it.","generated":"2026-07-09T04:47:49.615Z","source":"production D1"}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":1,"language":"grc","text":"1  ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ\n2  πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν·\n3  πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,\n4  πολλὰ δʼ ὅ γʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,\n5  ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.\n6  ἀλλʼ οὐδʼ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ·\n7  αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,\n8  νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο\n9  ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.\n10  τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.\n11  ἔνθʼ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον,\n12  οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν·\n13  τὸν δʼ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς\n14  νύμφη πότνιʼ ἔρυκε Καλυψὼ δῖα θεάων\n15  ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.\n16  ἀλλʼ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,\n17  τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι\n18  εἰς Ἰθάκην, οὐδʼ ἔνθα πεφυγμένος ἦεν ἀέθλων\n19  καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δʼ ἐλέαιρον ἅπαντες\n20  νόσφι Ποσειδάωνος· ὁ δʼ ἀσπερχὲς μενέαινεν\n21  ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.\n22  ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας,\n23  Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,\n24  οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δʼ ἀνιόντος,\n25  ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.\n26  ἔνθʼ ὅ γʼ ἐτέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι\n27  Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν.\n28  τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·\n29  μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,\n30  τόν ῥʼ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκτανʼ Ὀρέστης·\n31  τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεʼ ἀθανάτοισι μετηύδα·\n32  ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται·\n33  ἐξ ἡμέων γάρ φασι κάκʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ\n34  σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν,\n35  ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο\n36  γῆμʼ ἄλοχον μνηστήν, τὸν δʼ ἔκτανε νοστήσαντα,\n37  εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,\n38  Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην,\n39  μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν·\n40  ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,\n41  ὁππότʼ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης.\n42  ὣς ἔφαθʼ Ἑρμείας, ἀλλʼ οὐ φρένας Αἰγίσθοιο\n43  πεῖθʼ ἀγαθὰ φρονέων· νῦν δʼ ἁθρόα πάντʼ ἀπέτισεν.\n44  τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·\n45  ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,\n46  καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ·\n47  ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι·\n48  ἀλλά μοι ἀμφʼ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ,\n49  δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει\n50  νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης.\n51  νῆσος δενδρήεσσα, θεὰ δʼ ἐν δώματα ναίει,\n52  Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης\n53  πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς\n54  μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.\n55  τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,\n56  αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν\n57  θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,\n58  ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι\n59  ἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ\n60  ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τʼ Ὀδυσσεὺς\n61  Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων\n62  Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;\n63  τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·\n64  τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.\n65  πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,\n66  ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν\n67  ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;\n68  ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ\n69  Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,\n70  ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον\n71  πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη,\n72  Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος,\n73  ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.\n74  ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων\n75  οὔ τι κατακτείνει, πλάζει δʼ ἀπὸ πατρίδος αἴης.\n76  ἀλλʼ ἄγεθʼ, ἡμεῖς οἵδε περιφραζώμεθα πάντες\n77  νόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ μεθήσει\n78  ὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων\n79  ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.\n80  τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·\n81  ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,\n82  εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,\n83  νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,\n84  Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην\n85  νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα\n86  νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,\n87  νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·\n88  αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν\n89  μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,\n90  εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς\n91  πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ\n92  μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.\n93  πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα\n94  νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,\n95  ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.\n96  ὣς εἰποῦσʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,\n97  ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν\n98  ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·\n99  εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,\n100  βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν\n101  ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.\n102  βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀίξασα,\n103  στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,\n104  οὐδοῦ ἐπʼ αὐλείου· παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,\n105  εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.\n106  εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα\n107  πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον\n108  ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί·\n109  κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες\n110  οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,\n111  οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας\n112  νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.\n113  τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,\n114  ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,\n115  ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν\n116  μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,\n117  τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.\n118  τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην.\n119  βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ\n120  ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς\n121  χεῖρʼ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,\n122  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n123  χαῖρε, ξεῖνε, παρʼ ἄμμι φιλήσεαι· αὐτὰρ ἔπειτα\n124  δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.\n125  ὣς εἰπὼν ἡγεῖθʼ, ἡ δʼ ἕσπετο Παλλὰς Ἀθήνη.\n126  οἱ δʼ ὅτε δή ῥʼ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,\n127  ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρὴν\n128  δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα\n129  ἔγχεʼ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,\n130  αὐτὴν δʼ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,\n131  καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.\n132  πὰρ δʼ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων\n133  μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ\n134  δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών,\n135  ἠδʼ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.\n136  χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα\n137  καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,\n138  νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.\n139  σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,\n140  εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·\n141  δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας\n142  παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα·\n143  κῆρυξ δʼ αὐτοῖσιν θάμʼ ἐπῴχετο οἰνοχοεύων.\n144  ἐς δʼ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα\n145  ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε,\n146  τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,\n147  σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισιν,\n148  κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.\n149  οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.\n150  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο\n151  μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,\n152  μολπή τʼ ὀρχηστύς τε· τὰ γάρ τʼ ἀναθήματα δαιτός·\n153  κῆρυξ δʼ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν\n154  Φημίῳ, ὅς ῥʼ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.\n155  ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.\n156  αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,\n157  ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·\n158  ξεῖνε φίλʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;\n159  τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,\n160  ῥεῖʼ, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,\n161  ἀνέρος, οὗ δή που λεύκʼ ὀστέα πύθεται ὄμβρῳ\n162  κείμενʼ ἐπʼ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.\n163  εἰ κεῖνόν γʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,\n164  πάντες κʼ ἀρησαίατʼ ἐλαφρότεροι πόδας εἶναι\n165  ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.\n166  νῦν δʼ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν\n167  θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων\n168  φῇσιν ἐλεύσεσθαι· τοῦ δʼ ὤλετο νόστιμον ἦμαρ.\n169  ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·\n170  τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;\n171  ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται\n172  ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;\n173  οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδʼ ἱκέσθαι.\n174  καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,\n175  ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι\n176  ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ\n177  ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.\n178  τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·\n179  τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.\n180  Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι\n181  υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.\n182  νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισιν\n183  πλέων ἐπὶ οἴνοπα πόντον ἐπʼ ἀλλοθρόους ἀνθρώπους,\n184  ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον.\n185  νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος,\n186  ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι.\n187  ξεῖνοι δʼ ἀλλήλων πατρώιοι εὐχόμεθʼ εἶναι\n188  ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντʼ εἴρηαι ἐπελθὼν\n189  Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε\n190  ἔρχεσθʼ, ἀλλʼ ἀπάνευθεν ἐπʼ ἀγροῦ πήματα πάσχειν\n191  γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε\n192  παρτιθεῖ, εὖτʼ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν\n193  ἑρπύζοντʼ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.\n194  νῦν δʼ ἦλθον· δὴ γάρ μιν ἔφαντʼ ἐπιδήμιον εἶναι,\n195  σὸν πατέρʼ· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.\n196  οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,\n197  ἀλλʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ\n198  νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν\n199  ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσʼ ἀέκοντα.\n200  αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ\n201  ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω,\n202  οὔτε τι μάντις ἐὼν οὔτʼ οἰωνῶν σάφα εἰδώς.\n203  οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης\n204  ἔσσεται, οὐδʼ εἴ πέρ τε σιδήρεα δέσματʼ ἔχῃσιν·\n205  φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.\n206  ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,\n207  εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.\n208  αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας\n209  κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθʼ ἀλλήλοισιν,\n210  πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι\n211  Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν·\n212  ἐκ τοῦ δʼ οὔτʼ Ὀδυσῆα ἐγὼν ἴδον οὔτʼ ἔμʼ ἐκεῖνος.\n213  τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n214  τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.\n215  μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε\n216  οὐκ οἶδʼ· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.\n217  ὡς δὴ ἐγώ γʼ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς\n218  ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.\n219  νῦν δʼ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,\n220  τοῦ μʼ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτʼ ἐρεείνεις.\n221  τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·\n222  οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω\n223  θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.\n224  ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·\n225  τίς δαίς, τίς δὲ ὅμιλος ὅδʼ ἔπλετο; τίπτε δέ σε χρεώ;\n226  εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γʼ ἐστίν·\n227  ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι\n228  δαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ\n229  αἴσχεα πόλλʼ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.\n230  τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n231  ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,\n232  μέλλεν μέν ποτε οἶκος ὅδʼ ἀφνειὸς καὶ ἀμύμων\n233  ἔμμεναι, ὄφρʼ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·\n234  νῦν δʼ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,\n235  οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων\n236  ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην,\n237  εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,\n238  ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.\n239  τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,\n240  ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω.\n241  νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·\n242  οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τε\n243  κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω\n244  οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν.\n245  ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,\n246  Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,\n247  ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,\n248  τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.\n249  ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν\n250  ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες\n251  οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.\n252  τὸν δʼ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·\n253  ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος\n254  δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.\n255  εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι\n256  σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,\n257  τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα\n258  οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,\n259  ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο—\n260  ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς\n261  φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη\n262  ἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλʼ ὁ μὲν οὔ οἱ\n263  δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,\n264  ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς—\n265  τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·\n266  πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.\n267  ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,\n268  ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,\n269  οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα,\n270  ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.\n271  εἰ δʼ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·\n272  αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς\n273  μῦθον πέφραδε πᾶσι, θεοὶ δʼ ἐπὶ μάρτυροι ἔστων.\n274  μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,\n275  μητέρα δʼ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,\n276  ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·\n277  οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα\n278  πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.\n279  σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·\n280  νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,\n281  ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,\n282  ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς\n283  ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.\n284  πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,\n285  κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·\n286  ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.\n287  εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,\n288  ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·\n289  εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος,\n290  νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν\n291  σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι\n292  πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.\n293  αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς,\n294  φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν\n295  ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι\n296  κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ\n297  νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.\n298  ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης\n299  πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,\n300  Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;\n301  καὶ σύ, φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,\n302  ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.\n303  αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη\n304  ἠδʼ ἑτάρους, οἵ πού με μάλʼ ἀσχαλόωσι μένοντες·\n305  σοὶ δʼ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.\n306  τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n307  ξεῖνʼ, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,\n308  ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.\n309  ἀλλʼ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,\n310  ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ,\n311  δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,\n312  τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται\n313  ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.\n314  τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·\n315  μή μʼ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.\n316  δῶρον δʼ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ,\n317  αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,\n318  καὶ μάλα καλὸν ἑλών· σοὶ δʼ ἄξιον ἔσται ἀμοιβῆς.\n319  ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,\n320  ὄρνις δʼ ὣς ἀνόπαια διέπτατο· τῷ δʼ ἐνὶ θυμῷ\n321  θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς\n322  μᾶλλον ἔτʼ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας\n323  θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι.\n324  αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.\n325  τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ\n326  ἥατʼ ἀκούοντες· ὁ δʼ Ἀχαιῶν νόστον ἄειδε\n327  λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.\n328  τοῦ δʼ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν\n329  κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·\n330  κλίμακα δʼ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,\n331  οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.\n332  ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,\n333  στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,\n334  ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·\n335  ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.\n336  δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·\n337  Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας,\n338  ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·\n339  τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ\n340  οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς\n341  λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ\n342  τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.\n343  τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί,\n344  ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.\n345  τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n346  μῆτερ ἐμή, τί τʼ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν\n347  τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τʼ ἀοιδοὶ\n348  αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν\n349  ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ.\n350  τούτῳ δʼ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·\n351  τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʼ ἄνθρωποι,\n352  ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.\n353  σοὶ δʼ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·\n354  οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ\n355  ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.\n356  ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,\n357  ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε\n358  ἔργον ἐποίχεσθαι· μῦθος δʼ ἄνδρεσσι μελήσει\n359  πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.\n360  ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·\n361  παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.\n362  ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ\n363  κλαῖεν ἔπειτʼ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον\n364  ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.\n365  μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,\n366  πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.\n367  τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·\n368  μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες,\n369  νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς\n370  ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ\n371  τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.\n372  ἠῶθεν δʼ ἀγορήνδε καθεζώμεσθα κιόντες\n373  πάντες, ἵνʼ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω,\n374  ἐξιέναι μεγάρων· ἄλλας δʼ ἀλεγύνετε δαῖτας,\n375  ὑμὰ κτήματʼ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.\n376  εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον\n377  ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,\n378  κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,\n379  αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·\n380  νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.\n381  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες\n382  Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.\n383  τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·\n384  Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ\n385  ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·\n386  μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων\n387  ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.\n388  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n389  Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;\n390  καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.\n391  ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;\n392  οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ\n393  ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.\n394  ἀλλʼ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι\n395  πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί,\n396  τῶν κέν τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·\n397  αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιο\n398  καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς.\n399  τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·\n400  Τηλέμαχʼ, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,\n401  ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν·\n402  κτήματα δʼ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις.\n403  μὴ γὰρ ὅ γʼ ἔλθοι ἀνὴρ ὅς τίς σʼ ἀέκοντα βίηφιν\n404  κτήματʼ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης.\n405  ἀλλʼ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι,\n406  ὁππόθεν οὗτος ἀνήρ, ποίης δʼ ἐξ εὔχεται εἶναι\n407  γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.\n408  ἠέ τινʼ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,\n409  ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδʼ ἱκάνει;\n410  οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινε\n411  γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.\n412  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n413  Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·\n414  οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,\n415  οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ\n416  ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.\n417  ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν,\n418  Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι\n419  υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.\n420  ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω.\n421  οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν\n422  τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.\n423  τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·\n424  δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.\n425  Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς\n426  ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ,\n427  ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.\n428  τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα\n429  Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο,\n430  τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν\n431  πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν,\n432  ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,\n433  εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός·\n434  ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα\n435  δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.\n436  ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,\n437  ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα·\n438  καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.\n439  ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,\n440  πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι\n441  βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, θύρην δʼ ἐπέρυσσε κορώνῃ\n442  ἀργυρέῃ, ἐπὶ δὲ κληῖδʼ ἐτάνυσσεν ἱμάντι.\n443  ἔνθʼ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,\n444  βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδʼ Ἀθήνη.","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":444}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":2,"language":"grc","text":"1  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\n2  ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς\n3  εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,\n4  ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,\n5  βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.\n6  αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε\n7  κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.\n8  οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.\n9  αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,\n10  βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,\n11  οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.\n12  θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.\n13  τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο·\n14  ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.\n15  τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν,\n16  ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.\n17  καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι\n18  Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,\n19  Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ\n20  ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον.\n21  τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,\n22  Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα.\n23  ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων.\n24  τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·\n25  κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·\n26  οὔτε ποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὔτε θόωκος\n27  ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.\n28  νῦν δὲ τίς ὧδʼ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει\n29  ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν;\n30  ἠέ τινʼ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,\n31  ἥν χʼ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;\n32  ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδʼ ἀγορεύει;\n33  ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ\n34  Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.\n35  ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,\n36  οὐδʼ ἄρʼ ἔτι δὴν ἧστο, μενοίνησεν δʼ ἀγορεύειν,\n37  στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ\n38  κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.\n39  πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·\n40  ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δʼ εἴσεαι αὐτός,\n41  ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει.\n42  οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,\n43  ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,\n44  οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω,\n45  ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ\n46  δοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖν\n47  τοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν·\n48  νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα\n49  πάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει.\n50  μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,\n51  τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι,\n52  οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι\n53  Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα,\n54  δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·\n55  οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,\n56  βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας\n57  εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον\n58  μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,\n59  οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.\n60  ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα\n61  λευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.\n62  ἦ τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.\n63  οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶς\n64  οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,\n65  ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους,\n66  οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν,\n67  μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.\n68  λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,\n69  ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·\n70  σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷ\n71  τείρεσθʼ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς\n72  δυσμενέων κάκʼ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς,\n73  τῶν μʼ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,\n74  τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη\n75  ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε.\n76  εἴ χʼ ὑμεῖς γε φάγοιτε, τάχʼ ἄν ποτε καὶ τίσις εἴη·\n77  τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ\n78  χρήματʼ ἀπαιτίζοντες, ἕως κʼ ἀπὸ πάντα δοθείη·\n79  νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.\n80  ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ\n81  δάκρυʼ ἀναπρήσας· οἶκτος δʼ ἕλε λαὸν ἅπαντα.\n82  ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη\n83  Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν·\n84  Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε·\n85  Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες\n86  ἡμέας αἰσχύνων· ἐθέλοις δέ κε μῶμον ἀνάψαι.\n87  σοὶ δʼ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν,\n88  ἀλλὰ φίλη μήτηρ, ἥ τοι πέρι κέρδεα οἶδεν.\n89  ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δʼ εἶσι τέταρτον,\n90  ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.\n91  πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ\n92  ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.\n93  ἡ δὲ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·\n94  στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,\n95  λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·\n96  κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,\n97  μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος\n98  ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,\n99  Λαέρτῃ ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν\n100  μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,\n101  μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ.\n102  αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.\n103  ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.\n104  ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,\n105  νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.\n106  ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·\n107  ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,\n108  καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,\n109  καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.\n110  ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ ὑπʼ ἀνάγκης·\n111  σοὶ δʼ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵνʼ εἰδῇς\n112  αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί·\n113  μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι\n114  τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.\n115  εἰ δʼ ἔτʼ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν,\n116  τὰ φρονέουσʼ ἀνὰ θυμόν, ὅ οἱ πέρι δῶκεν Ἀθήνη\n117  ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς\n118  κέρδεά θʼ, οἷʼ οὔ πώ τινʼ ἀκούομεν οὐδὲ παλαιῶν,\n119  τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί,\n120  Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη·\n121  τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ\n122  ᾔδη· ἀτὰρ μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε.\n123  τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματʼ ἔδονται,\n124  ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν\n125  ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ\n126  ποιεῖτʼ, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο.\n127  ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,\n128  πρίν γʼ αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κʼ ἐθέλῃσι.\n129  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n130  Ἀντίνοʼ, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι\n131  ἥ μʼ ἔτεχʼ, ἥ μʼ ἔθρεψε· πατὴρ δʼ ἐμὸς ἄλλοθι γαίης,\n132  ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δέ με πόλλʼ ἀποτίνειν\n133  Ἰκαρίῳ, αἴ κʼ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.\n134  ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων\n135  δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʼ ἐρινῦς\n136  οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων\n137  ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.\n138  ὑμέτερος δʼ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,\n139  ἔξιτέ μοι μεγάρων, ἄλλας δʼ ἀλεγύνετε δαῖτας\n140  ὑμὰ κτήματʼ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.\n141  εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον\n142  ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,\n143  κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,\n144  αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.\n145  νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.\n146  ὣς φάτο Τηλέμαχος, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς\n147  ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.\n148  τὼ δʼ ἕως μέν ῥʼ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο\n149  πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·\n150  ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,\n151  ἔνθʼ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,\n152  ἐς δʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον·\n153  δρυψαμένω δʼ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς\n154  δεξιὼ ἤιξαν διά τʼ οἰκία καὶ πόλιν αὐτῶν.\n155  θάμβησαν δʼ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν·\n156  ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.\n157  τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης\n158  Μαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο\n159  ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι·\n160  ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε·\n161  κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·\n162  μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω·\n163  τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς\n164  δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη\n165  ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει\n166  πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,\n167  οἳ νεμόμεσθʼ Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶν\n168  φραζώμεσθʼ, ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ\n169  παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν.\n170  οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλʼ ἐὺ εἰδώς·\n171  καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα,\n172  ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον\n173  Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.\n174  φῆν κακὰ πολλὰ παθόντʼ, ὀλέσαντʼ ἄπο πάντας ἑταίρους,\n175  ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ\n176  οἴκαδʼ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.\n177  τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·\n178  ὦ γέρον, εἰ δʼ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν\n179  οἴκαδʼ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω·\n180  ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.\n181  ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο\n182  φοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς\n183  ὤλετο τῆλʼ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ\n184  ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,\n185  οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʼ ἀνιείης,\n186  σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.\n187  ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·\n188  αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς\n189  παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,\n190  αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,\n191  πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·\n192  σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κʼ ἐνὶ θυμῷ\n193  τίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.\n194  Τηλεμάχῳ δʼ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός·\n195  μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·\n196  οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα\n197  πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.\n198  οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν\n199  μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,\n200  οὔτʼ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα,\n201  οὔτε θεοπροπίης ἐμπαζόμεθʼ, ἣν σύ, γεραιέ,\n202  μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δʼ ἔτι μᾶλλον.\n203  χρήματα δʼ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτʼ ἶσα\n204  ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς\n205  ὃν γάμον· ἡμεῖς δʼ αὖ ποτιδέγμενοι ἤματα πάντα\n206  εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετʼ ἄλλας\n207  ἐρχόμεθʼ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.\n208  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n209  Εὐρύμαχʼ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,\n210  ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω·\n211  ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.\n212  ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,\n213  οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.\n214  εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα\n215  νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,\n216  ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω\n217  ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν·\n218  εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,\n219  ἦ τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·\n220  εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος,\n221  νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν\n222  σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω\n223  πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.\n224  ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη\n225  Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,\n226  καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,\n227  πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·\n228  ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·\n229  κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·\n230  μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω\n231  σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,\n232  ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·\n233  ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο\n234  λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.\n235  ἀλλʼ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω\n236  ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο·\n237  σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως\n238  οἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι.\n239  νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες\n240  ἧσθʼ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι\n241  παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες.\n242  τὸν δʼ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα·\n243  Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες\n244  ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ\n245  ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.\n246  εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν\n247  δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς\n248  ἐξελάσαι μεγάροιο μενοινήσειʼ ἐνὶ θυμῷ,\n249  οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,\n250  ἐλθόντʼ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,\n251  εἰ πλεόνεσσι μάχοιτο· σὺ δʼ οὐ κατὰ μοῖραν ἔειπες.\n252  ἀλλʼ ἄγε, λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος,\n253  τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης,\n254  οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι.\n255  ἀλλʼ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων\n256  πεύσεται εἰν Ἰθάκῃ, τελέει δʼ ὁδὸν οὔ ποτε ταύτην.\n257  ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.\n258  οἱ μὲν ἄρʼ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʼ ἕκαστος,\n259  μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσῆος.\n260  Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,\n261  χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʼ Ἀθήνῃ·\n262  κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ\n263  καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον\n264  νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο\n265  ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,\n266  μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.\n267  ὣς ἔφατʼ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,\n268  Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,\n269  καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·\n270  Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,\n271  εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,\n272  οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε·\n273  οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος.\n274  εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης,\n275  οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς.\n276  παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,\n277  οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.\n278  ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,\n279  οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,\n280  ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.\n281  τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε\n282  ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·\n283  οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,\n284  ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι.\n285  σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς·\n286  τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,\n287  ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʼ ἕψομαι αὐτός.\n288  ἀλλὰ σὺ μὲν πρὸς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει,\n289  ὅπλισσόν τʼ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,\n290  οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν,\n291  δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους\n292  αἶψʼ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες\n293  πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί·\n294  τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,\n295  ὦκα δʼ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.\n296  ὣς φάτʼ Ἀθηναίη κούρη Διός· οὐδʼ ἄρʼ ἔτι δὴν\n297  Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.\n298  βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,\n299  εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,\n300  αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ.\n301  Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο,\n302  ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·\n303  Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο\n304  ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,\n305  ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.\n306  ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,\n307  νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι\n308  ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν.\n309  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n310  Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν\n311  δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.\n312  ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ\n313  κτήματʼ ἐμά, μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα;\n314  νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων\n315  πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,\n316  πειρήσω, ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,\n317  ἠὲ Πύλονδʼ ἐλθών, ἢ αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ.\n318  εἶμι μέν, οὐδʼ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,\n319  ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων\n320  γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.\n321  ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιο\n322  ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.\n323  οἱ δʼ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.\n324  ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·\n325  ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.\n326  ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος\n327  ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς·\n328  ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,\n329  ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ,\n330  ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.\n331  ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων·\n332  τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς\n333  τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;\n334  οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·\n335  κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε\n336  τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.\n337  ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς\n338  εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο\n339  ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον·\n340  ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο\n341  ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,\n342  ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτʼ Ὀδυσσεὺς\n343  οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.\n344  κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,\n345  δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ\n346  ἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν,\n347  Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο.\n348  τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας·\n349  μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον\n350  ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις\n351  κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι\n352  διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.\n353  δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.\n354  ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν·\n355  εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.\n356  αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω·\n357  ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ\n358  μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται.\n359  εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα\n360  νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.\n361  ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,\n362  καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·\n363  τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα\n364  ἔπλετο; πῇ δʼ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν\n365  μοῦνος ἐὼν ἀγαπητός; ὁ δʼ ὤλετο τηλόθι πάτρης\n366  διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.\n367  οἱ δέ τοι αὐτίκʼ ἰόντι κακὰ φράσσονται ὀπίσσω,\n368  ὥς κε δόλῳ φθίῃς, τάδε δʼ αὐτοὶ πάντα δάσονται.\n369  ἀλλὰ μένʼ αὖθʼ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ\n370  πόντον ἐπʼ ἀτρύγετον κακὰ πάσχειν οὐδʼ ἀλάλησθαι.\n371  τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n372  θάρσει, μαῖʼ, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή.\n373  ἀλλʼ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι,\n374  πρίν γʼ ὅτʼ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,\n375  ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,\n376  ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.\n377  ὣς ἄρʼ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ.\n378  αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,\n379  αὐτίκʼ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν,\n380  ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι.\n381  Τηλέμαχος δʼ ἐς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει.\n382  ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.\n383  Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ,\n384  καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον,\n385  ἑσπερίους δʼ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.\n386  ἡ δʼ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν\n387  ᾔτεε νῆα θοήν· ὁ δέ οἱ πρόφρων ὑπέδεκτο.\n388  δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,\n389  καὶ τότε νῆα θοὴν ἅλαδʼ εἴρυσε, πάντα δʼ ἐν αὐτῇ\n390  ὅπλʼ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι.\n391  στῆσε δʼ ἐπʼ ἐσχατιῇ λιμένος, περὶ δʼ ἐσθλοὶ ἑταῖροι\n392  ἁθρόοι ἠγερέθοντο· θεὰ δʼ ὤτρυνεν ἕκαστον.\n393  ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.\n394  βῆ ῤʼ ἰέναι πρὸς δώματʼ Ὀδυσσῆος θείοιο·\n395  ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,\n396  πλάζε δὲ πίνοντας, χειρῶν δʼ ἔκβαλλε κύπελλα.\n397  οἱ δʼ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδʼ ἄρʼ ἔτι δὴν\n398  ἥατʼ, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.\n399  αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη\n400  ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων,\n401  Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·\n402  Τηλέμαχʼ, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι\n403  ἥατʼ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν·\n404  ἀλλʼ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.\n405  ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη\n406  καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.\n407  αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,\n408  εὗρον ἔπειτʼ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.\n409  τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·\n410  δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδη\n411  ἁθρόʼ ἐνὶ μεγάρῳ. μήτηρ δʼ ἐμὴ οὔ τι πέπυσται,\n412  οὐδʼ ἄλλαι δμωαί, μία δʼ οἴη μῦθον ἄκουσεν.\n413  ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.\n414  οἱ δʼ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ\n415  κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.\n416  ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη,\n417  νηὶ δʼ ἐνὶ πρυμνῇ κατʼ ἄρʼ ἕζετο· ἄγχι δʼ ἄρʼ αὐτῆς\n418  ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν,\n419  ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.\n420  τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,\n421  ἀκραῆ Ζέφυρον, κελάδοντʼ ἐπὶ οἴνοπα πόντον.\n422  Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν\n423  ὅπλων ἅπτεσθαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν.\n424  ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης\n425  στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,\n426  ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.\n427  ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα\n428  στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·\n429  ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.\n430  δησάμενοι δʼ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν\n431  στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,\n432  λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,\n433  ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.\n434  παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":434}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":3,"language":"grc","text":"1  Ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,\n2  οὐρανὸν ἐς πολύχαλκον, ἵνʼ ἀθανάτοισι φαείνοι\n3  καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·\n4  οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,\n5  ἷξον· τοὶ δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,\n6  ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ.\n7  ἐννέα δʼ ἕδραι ἔσαν, πεντακόσιοι δʼ ἐν ἑκάστῃ\n8  ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους.\n9  εὖθʼ οἱ σπλάγχνα πάσαντο, θεῷ δʼ ἐπὶ μηρίʼ ἔκαιον,\n10  οἱ δʼ ἰθὺς κατάγοντο ἰδʼ ἱστία νηὸς ἐίσης\n11  στεῖλαν ἀείραντες, τὴν δʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·\n12  ἐκ δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη.\n13  τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·\n14  Τηλέμαχʼ, οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς, οὐδʼ ἠβαιόν·\n15  τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι\n16  πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.\n17  ἀλλʼ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο·\n18  εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.\n19  λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ·\n20  ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί.\n21  τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n22  Μέντορ, πῶς τʼ ἄρʼ ἴω; πῶς τʼ ἂρ προσπτύξομαι αὐτόν;\n23  οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν·\n24  αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.\n25  τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·\n26  Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,\n27  ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀίω\n28  οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.\n29  ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη\n30  καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.\n31  ἷξον δʼ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,\n32  ἔνθʼ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δʼ ἑταῖροι\n33  δαῖτʼ ἐντυνόμενοι κρέα τʼ ὤπτων ἄλλα τʼ ἔπειρον.\n34  οἱ δʼ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες,\n35  χερσίν τʼ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.\n36  πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν\n37  ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ\n38  κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν\n39  πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ·\n40  δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν\n41  χρυσείῳ δέπαϊ· δειδισκόμενος δὲ προσηύδα\n42  Παλλάδʼ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο·\n43  εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι·\n44  τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.\n45  αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,\n46  δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου\n47  σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν\n48  εὔχεσθαι· πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι.\n49  ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ·\n50  τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.\n51  ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου·\n52  χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,\n53  οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον·\n54  αὐτίκα δʼ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι·\n55  κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς\n56  ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.\n57  Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,\n58  αὐτὰρ ἔπειτʼ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν\n59  σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.\n60  δὸς δʼ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,\n61  οὕνεκα δεῦρʼ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ.\n62  ὣς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.\n63  δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον·\n64  ὣς δʼ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.\n65  οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,\n66  μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα.\n67  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\n68  τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·\n69  νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι\n70  ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.\n71  ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;\n72  ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε\n73  οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται\n74  ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;\n75  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα\n76  θαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη\n77  θῆχʼ, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο\n78  ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν·\n79  ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,\n80  εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω.\n81  ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν·\n82  πρῆξις δʼ ἥδʼ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.\n83  πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,\n84  δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι\n85  σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.\n86  ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον,\n87  πευθόμεθʼ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ,\n88  κείνου δʼ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.\n89  οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν,\n90  εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,\n91  εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.\n92  τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα\n93  κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας\n94  ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας\n95  πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.\n96  μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,\n97  ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.\n98  λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,\n99  ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε\n100  δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,\n101  τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.\n102  τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·\n103  ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ\n104  δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,\n105  ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον\n106  πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς,\n107  ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος\n108  μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.\n109  ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς,\n110  ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,\n111  ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,\n112  Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·\n113  ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα\n114  πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;\n115  οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων\n116  ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί·\n117  πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.\n118  εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες\n119  παντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων.\n120  ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην\n121  ἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς\n122  παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε\n123  κείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα.\n124  ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης\n125  ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.\n126  ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς\n127  οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ,\n128  ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ\n129  φραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο.\n130  αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,\n131  βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,\n132  καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον\n133  Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι\n134  πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον\n135  μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.\n136  ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε.\n137  τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,\n138  μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,\n139  οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,\n140  μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.\n141  ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς\n142  νόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης,\n143  οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα\n144  λαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας,\n145  ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,\n146  νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·\n147  οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.\n148  ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν\n149  ἕστασαν· οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ\n150  ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή.\n151  νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες\n152  ἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·\n153  ἠῶθεν δʼ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν\n154  κτήματά τʼ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.\n155  ἡμίσεες δʼ ἄρα λαοὶ ἐρητύοντο μένοντες\n156  αὖθι παρʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν·\n157  ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλʼ ὦκα\n158  ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.\n159  ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν,\n160  οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον,\n161  σχέτλιος, ὅς ῥʼ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.\n162  οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας\n163  ἀμφʼ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην,\n164  αὖτις ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες·\n165  αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο,\n166  φεῦγον, ἐπεὶ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων.\n167  φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δʼ ἑταίρους.\n168  ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος,\n169  ἐν Λέσβῳ δʼ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,\n170  ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,\n171  νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπʼ ἀριστέρʼ ἔχοντες,\n172  ἦ ὑπένερθε Χίοιο, παρʼ ἠνεμόεντα Μίμαντα.\n173  ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γʼ ἡμῖν\n174  δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν\n175  τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.\n176  ὦρτο δʼ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλʼ ὦκα\n177  ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν\n178  ἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρων\n179  πόλλʼ ἐπὶ μῆρʼ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.\n180  τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ νῆας ἐίσας\n181  Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο\n182  ἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβη\n183  οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.\n184  ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα\n185  κείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο.\n186  ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι\n187  πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.\n188  εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους,\n189  οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,\n190  εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.\n191  πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους,\n192  οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα.\n193  Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες,\n194  ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.\n195  ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν·\n196  ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι\n197  ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,\n198  Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.\n199  καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,\n200  ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.\n201  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n202  ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,\n203  καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ\n204  οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι·\n205  αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,\n206  τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,\n207  οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.\n208  ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,\n209  πατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.\n210  τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·\n211  ὦ φίλʼ, ἐπεὶ δὴ ταῦτά μʼ ἀνέμνησας καὶ ἔειπες,\n212  φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς\n213  ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι·\n214  εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ\n215  ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ.\n216  τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών,\n217  ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί;\n218  εἰ γάρ σʼ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη,\n219  ὡς τότʼ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο\n220  δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί—\n221  οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας,\n222  ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη—\n223  εἴ σʼ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ,\n224  τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.\n225  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n226  ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω·\n227  λίην γὰρ μέγα εἶπες· ἄγη μʼ ἔχει. οὐκ ἂν ἐμοί γε\n228  ἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν.\n229  τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·\n230  Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.\n231  ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.\n232  βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας\n233  οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,\n234  ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων\n235  ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.\n236  ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ\n237  καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ\n238  μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.\n239  τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n240  Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ·\n241  κείνῳ δʼ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη\n242  φράσσαντʼ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.\n243  νῦν δʼ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι\n244  Νέστορʼ, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων·\n245  τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένεʼ ἀνδρῶν·\n246  ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.\n247  ὦ Νέστορ Νηληϊάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες·\n248  πῶς ἔθανʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων;\n249  ποῦ Μενέλαος ἔην; τίνα δʼ αὐτῷ μήσατʼ ὄλεθρον\n250  Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω;\n251  ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ\n252  πλάζετʼ ἐπʼ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε;\n253  τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·\n254  τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.\n255  ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη,\n256  εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν\n257  Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος·\n258  τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,\n259  ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν\n260  κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μιν\n261  κλαῦσεν Ἀχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον.\n262  ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους\n263  ἥμεθʼ· ὁ δʼ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο\n264  πόλλʼ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκʼ ἐπέεσσιν.\n265  ἡ δʼ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς\n266  δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσι·\n267  πὰρ δʼ ἄρʼ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλʼ ἐπέτελλεν\n268  Ἀτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.\n269  ἀλλʼ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,\n270  δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην\n271  κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,\n272  τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.\n273  πολλὰ δὲ μηρίʼ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς,\n274  πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε,\n275  ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ.\n276  ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,\n277  Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·\n278  ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων,\n279  ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων\n280  οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,\n281  πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,\n282  Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπων\n283  νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.\n284  ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο,\n285  ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.\n286  ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον\n287  ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ\n288  ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς\n289  ἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε,\n290  κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν.\n291  ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,\n292  ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.\n293  ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη\n294  ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ·\n295  ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,\n296  ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει.\n297  αἱ μὲν ἄρʼ ἔνθʼ ἦλθον, σπουδῇ δʼ ἤλυξαν ὄλεθρον\n298  ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν\n299  κύματʼ· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους\n300  Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.\n301  ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων\n302  ἠλᾶτο ξὺν νηυσὶ κατʼ ἀλλοθρόους ἀνθρώπους·\n303  τόφρα δὲ ταῦτʼ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά.\n304  κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ.\n305  ἑπτάετες δʼ ἤνασσε πολυχρύσοιο Μυκήνης,\n306  τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης\n307  ἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα,\n308  Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.\n309  ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν\n310  μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·\n311  αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος\n312  πολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.\n313  καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ ἀλάλησο,\n314  κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν\n315  οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν\n316  κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.\n317  ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα\n318  ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,\n319  ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ\n320  ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι\n321  ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ\n322  αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.\n323  ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·\n324  εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,\n325  πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται\n326  ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.\n327  λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ·\n328  ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.\n329  ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε.\n330  τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη·\n331  ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας·\n332  ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,\n333  ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν\n334  σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη.\n335  ἤδη γὰρ φάος οἴχεθʼ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν·\n336  δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.\n337  ἦ ῥα Διὸς θυγάτηρ, οἱ δʼ ἔκλυον αὐδησάσης.\n338  τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,\n339  κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,\n340  νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι·\n341  γλώσσας δʼ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δʼ ἐπέλειβον.\n342  αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,\n343  δὴ τότʼ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς\n344  ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι.\n345  Νέστωρ δʼ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν·\n346  Ζεὺς τό γʼ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,\n347  ὡς ὑμεῖς παρʼ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε\n348  ὥς τέ τευ ἦ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ,\n349  ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλʼ ἐνὶ οἴκῳ,\n350  οὔτʼ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.\n351  αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.\n352  οὔ θην δὴ τοῦδʼ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς\n353  νηὸς ἐπʼ ἰκριόφιν καταλέξεται, ὄφρʼ ἂν ἐγώ γε\n354  ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,\n355  ξείνους ξεινίζειν, ὅς τίς κʼ ἐμὰ δώμαθʼ ἵκηται.\n356  τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·\n357  εὖ δὴ ταῦτά γʼ ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικεν\n358  Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.\n359  ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ\n360  σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν\n361  εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα.\n362  οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·\n363  οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,\n364  πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.\n365  ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ\n366  νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους\n367  εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε\n368  οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,\n369  πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους,\n370  οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.\n371  ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη\n372  φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας.\n373  θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς·\n374  Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·\n375  ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι,\n376  εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.\n377  οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων,\n378  ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια,\n379  ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.\n380  ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,\n381  αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·\n382  σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον\n383  ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·\n384  τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.\n385  ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.\n386  τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,\n387  υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.\n388  ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,\n389  ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·\n390  τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν\n391  οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ\n392  ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·\n393  τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ\n394  εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.\n395  αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,\n396  οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,\n397  τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,\n398  Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,\n399  τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,\n400  πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,\n401  ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν·\n402  αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,\n403  τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.\n404  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\n405  ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,\n406  ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν,\n407  οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,\n408  λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν\n409  Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος·\n410  ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,\n411  Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,\n412  σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο\n413  ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε\n414  Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.\n415  τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,\n416  πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.\n417  τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·\n418  καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ,\n419  ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην,\n420  ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.\n421  ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα\n422  ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ·\n423  εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν\n424  πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους·\n425  εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω\n426  ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.\n427  οἱ δʼ ἄλλοι μένετʼ αὐτοῦ ἀολλέες, εἴπατε δʼ εἴσω\n428  δμῳῇσιν κατὰ δώματʼ ἀγακλυτὰ δαῖτα πένεσθαι,\n429  ἕδρας τε ξύλα τʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.\n430  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ βοῦς\n431  ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης\n432  Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς\n433  ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης,\n434  ἄκμονά τε σφῦραν τʼ ἐυποίητόν τε πυράγρην,\n435  οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλθε δʼ Ἀθήνη\n436  ἱρῶν ἀντιόωσα. γέρων δʼ ἱππηλάτα Νέστωρ\n437  χρυσὸν ἔδωχʼ· ὁ δʼ ἔπειτα βοὸς κέρασιν περίχευεν\n438  ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.\n439  βοῦν δʼ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.\n440  χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι\n441  ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς\n442  ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης\n443  ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων.\n444  Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρ\n445  χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ\n446  εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.\n447  αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,\n448  αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης\n449  ἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένοντας\n450  αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δʼ ὀλόλυξαν\n451  θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις\n452  Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.\n453  οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης\n454  ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.\n455  τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός,\n456  αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον\n457  πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν\n458  δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.\n459  καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον\n460  λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.\n461  αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,\n462  μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,\n463  ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.\n464  τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,\n465  Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.\n466  αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,\n467  ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,\n468  ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·\n469  πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν.\n470  οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,\n471  δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο\n472  οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.\n473  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\n474  τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·\n475  παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους\n476  ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.\n477  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,\n478  καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.\n479  ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν\n480  ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.\n481  ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον·\n482  πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,\n483  ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,\n484  μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην\n485  ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.\n486  οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.\n487  δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,\n488  ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,\n489  υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.\n490  ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.\n491  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\n492  ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον·\n493  ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·\n494  μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.\n495  ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα\n496  ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.\n497  δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":497}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":4,"language":"grc","text":"1  οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,\n2  πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου κυδαλίμοιο.\n3  τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν\n4  υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.\n5  τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν·\n6  ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε\n7  δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.\n8  τὴν ἄρʼ ὅ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι\n9  Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.\n10  υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,\n11  ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης\n12  ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον,\n13  ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν,\n14  Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.\n15  ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα\n16  γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,\n17  τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς\n18  φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτούς,\n19  μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.\n20  τὼ δʼ αὖτʼ ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω,\n21  Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,\n22  στῆσαν· ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,\n23  ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,\n24  βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,\n25  ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·\n26  ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,\n27  ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.\n28  ἀλλʼ εἴπʼ, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους,\n29  ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.\n30  τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·\n31  οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ,\n32  τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.\n33  ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε\n34  ἄλλων ἀνθρώπων δεῦρʼ ἱκόμεθʼ, αἴ κέ ποθι Ζεὺς\n35  ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύʼ ἵππους\n36  ξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.\n37  ὣς φάθʼ, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ ἄλλους\n38  ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.\n39  οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,\n40  καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι,\n41  πὰρ δʼ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,\n42  ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,\n43  αὐτοὺς δʼ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες\n44  θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος·\n45  ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης\n46  δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.\n47  αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,\n48  ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.\n49  τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,\n50  ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,\n51  ἔς ῥα θρόνους ἕζοντο παρʼ Ἀτρεΐδην Μενέλαον.\n52  χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα\n53  καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,\n54  νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.\n55  σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,\n56  εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.\n57  δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας\n58  παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.\n59  τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος·\n60  σίτου θʼ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα\n61  δείπνου πασσαμένω εἰρησόμεθʼ, οἵ τινές ἐστον\n62  ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,\n63  ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων\n64  σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.\n65  ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν\n66  ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.\n67  οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.\n68  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\n69  δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,\n70  ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·\n71  φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,\n72  χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα\n73  χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος.\n74  Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή,\n75  ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα.\n76  τοῦ δʼ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,\n77  καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n78  τέκνα φίλʼ, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι·\n79  ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν·\n80  ἀνδρῶν δʼ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,\n81  κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς\n82  ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,\n83  Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,\n84  Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς\n85  καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.\n86  τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.\n87  ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν\n88  τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,\n89  ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.\n90  ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων\n91  ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν\n92  λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·\n93  ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.\n94  καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν\n95  εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον\n96  εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.\n97  ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν\n98  ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο\n99  Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.\n100  ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων\n101  πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν\n102  ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτε\n103  παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.\n104  τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,\n105  ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν\n106  μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν,\n107  ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεν\n108  αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον\n109  κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,\n110  ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν\n111  Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια\n112  Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.\n113  ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο.\n114  δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,\n115  χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν\n116  ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,\n117  μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,\n118  ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι\n119  ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.\n120  ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,\n121  ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο\n122  ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.\n123  τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,\n124  Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,\n125  Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν\n126  Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς\n127  Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·\n128  ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους,\n129  δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.\n130  χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·\n131  χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν\n132  ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο.\n133  τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα\n134  νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ\n135  ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.\n136  ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.\n137  αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·\n138  ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε\n139  ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;\n140  ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.\n141  οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι\n142  οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν,\n143  ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,\n144  Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ\n145  κεῖνος ἀνήρ, ὅτʼ ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶ\n146  ἤλθεθʼ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.\n147  τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·\n148  οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις·\n149  κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες\n150  ὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται.\n151  καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφʼ Ὀδυσῆι\n152  μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν\n153  ἀμφʼ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβε,\n154  χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχών.\n155  τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·\n156  Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,\n157  κείνου μέν τοι ὅδʼ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις·\n158  ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δʼ ἐνὶ θυμῷ\n159  ὧδʼ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν\n160  ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθʼ αὐδῇ.\n161  αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ\n162  τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι,\n163  ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.\n164  πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς πάϊς οἰχομένοιο\n165  ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,\n166  ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι\n167  εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.\n168  τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·\n169  ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ\n170  ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·\n171  καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων\n172  Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε\n173  νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.\n174  καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα,\n175  ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ\n176  καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,\n177  αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ.\n178  καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας\n179  ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,\n180  πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.\n181  ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,\n182  ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.\n183  ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.\n184  κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,\n185  κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,\n186  οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·\n187  μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,\n188  τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός·\n189  τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν·\n190  Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι\n191  Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο\n192  οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.\n193  καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε\n194  τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς\n195  ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν\n196  κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.\n197  τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,\n198  κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν.\n199  καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος\n200  Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε\n201  ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι\n202  Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.\n203  τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·\n204  ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ\n205  εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·\n206  τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,\n207  ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων\n208  ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,\n209  ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα\n210  αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,\n211  υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.\n212  ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,\n213  δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ\n214  χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται\n215  Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.\n216  ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,\n217  ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.\n218  οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.\n219  ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·\n220  αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,\n221  νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.\n222  ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,\n223  οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,\n224  οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,\n225  οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν\n226  χαλκῷ δηιόῳεν, ὁ δʼ ὀφθαλμοῖσιν ὁρῷτο.\n227  τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,\n228  ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις\n229  Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα\n230  φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά·\n231  ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων\n232  ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.\n233  αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,\n234  ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·\n235  Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε\n236  ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ\n237  Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα·\n238  ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι\n239  καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω.\n240  πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,\n241  ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·\n242  ἀλλʼ οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ\n243  δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί.\n244  αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,\n245  σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,\n246  ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·\n247  ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,\n248  δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.\n249  τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δʼ ἀβάκησαν\n250  πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,\n251  καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.\n252  ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,\n253  ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον\n254  μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι,\n255  πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι,\n256  καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.\n257  πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ\n258  ἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.\n259  ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ\n260  χαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι\n261  ἂψ οἶκόνδʼ, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη\n262  δῶχʼ, ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,\n263  παῖδά τʼ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε\n264  οὔ τευ δευόμενον, οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος.\n265  τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·\n266  ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.\n267  ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε\n268  ἀνδρῶν ἡρώων, πολλὴν δʼ ἐπελήλυθα γαῖαν·\n269  ἀλλʼ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,\n270  οἷoν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.\n271  οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ\n272  ἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοι\n273  Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.\n274  ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλε\n275  δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·\n276  καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ.\n277  τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,\n278  ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,\n279  πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν.\n280  αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς\n281  ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.\n282  νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε\n283  ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι·\n284  ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.\n285  ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,\n286  Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν\n287  ἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν\n288  νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς·\n289  τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.\n290  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n291  Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,\n292  ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον,\n293  οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.\n294  ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη\n295  ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.\n296  ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν\n297  δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ\n298  πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας,\n299  χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.\n300  αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,\n301  δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.\n302  οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,\n303  Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·\n304  Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,\n305  πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.\n306  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\n307  ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος\n308  εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,\n309  ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,\n310  βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,\n311  Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·\n312  τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ ἥρως,\n313  ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης;\n314  δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες.\n315  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n316  Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,\n317  ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.\n318  ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,\n319  δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ\n320  μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,\n321  μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.\n322  τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα\n323  κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας\n324  ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας\n325  πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.\n326  μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,\n327  ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.\n328  λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς\n329  ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε\n330  δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,\n331  τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.\n332  τὸν δὲ μέγʼ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος·\n333  ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ\n334  ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.\n335  ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος\n336  νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς\n337  κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα\n338  βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,\n339  ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,\n340  ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.\n341  αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,\n342  τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ\n343  ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,\n344  κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,\n345  τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·\n346  πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.\n347  ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε\n348  ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω,\n349  ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,\n350  τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.\n351  Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι\n352  ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.\n353  οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.\n354  νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ\n355  Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,\n356  τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς\n357  ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·\n358  ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας\n359  ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.\n360  ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροι\n361  πνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶν\n362  πομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης.\n363  καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν,\n364  εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε,\n365  Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,\n366  Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.\n367  ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων·\n368  αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον\n369  γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.\n370  ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε·\n371  νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων,\n372  ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;\n373  ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ\n374  εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.\n375  ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n376  ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,\n377  ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω\n378  ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.\n379  ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,\n380  ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,\n381  νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.\n382  ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·\n383  τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.\n384  πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς\n385  ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης\n386  πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·\n387  τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι.\n388  τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,\n389  ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου\n390  νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.\n391  καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα,\n392  ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται\n393  οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.\n394  ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n395  αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,\n396  μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται·\n397  ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.\n398  ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·\n399  τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.\n400  ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,\n401  τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς\n402  πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,\n403  ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν·\n404  ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης\n405  ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,\n406  πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.\n407  ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφιν\n408  εὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους\n409  τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.\n410  πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.\n411  φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν·\n412  αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,\n413  λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.\n414  τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,\n415  καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε,\n416  αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.\n417  πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν\n418  ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·\n419  ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.\n420  ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι,\n421  τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,\n422  καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,\n423  ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,\n424  νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.\n425  ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.\n426  αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν,\n427  ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.\n428  αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,\n429  δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ·\n430  δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.\n431  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\n432  καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο\n433  ἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους\n434  τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν.\n435  τόφρα δʼ ἄρʼ ἥ γʼ ὑποδῦσα θαλάσσης εὐρέα κόλπον\n436  τέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε·\n437  πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί.\n438  εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσιν\n439  ἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς·\n440  ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ.\n441  ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς\n442  φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή·\n443  τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;\n444  ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ·\n445  ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα\n446  ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.\n447  πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ·\n448  φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα\n449  ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης·\n450  ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκας\n451  ζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν·\n452  ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ\n453  ὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός.\n454  ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖρας\n455  βάλλομεν· οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,\n456  ἀλλʼ ἦ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος,\n457  αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς·\n458  γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον·\n459  ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.\n460  ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς,\n461  καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε·\n462  τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς,\n463  ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;\n464  ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n465  οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;\n466  ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ\n467  εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.\n468  ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,\n469  ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,\n470  νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.\n471  ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·\n472  ἀλλὰ μάλʼ ὤφελλες Διί τʼ ἄλλοισίν τε θεοῖσι\n473  ῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστα\n474  σὴν ἐς πατρίδʼ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.\n475  οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι\n476  οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,\n477  πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,\n478  αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʼ ἱερὰς ἑκατόμβας\n479  ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι·\n480  καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.\n481  ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,\n482  οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντον\n483  Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.\n484  ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον·\n485  ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις.\n486  ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,\n487  ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,\n488  οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,\n489  ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς\n490  ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.\n491  ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·\n492  Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ\n493  ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημι\n494  δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι.\n495  πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο·\n496  ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων\n497  ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα.\n498  εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.\n499  Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.\n500  Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν\n501  πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης·\n502  καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,\n503  εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη·\n504  φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.\n505  τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος·\n506  αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν\n507  ἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν·\n508  καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,\n509  τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη·\n510  τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.\n511  ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.\n512  σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ ὑπάλυξεν\n513  ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη.\n514  ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺ\n515  ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα\n516  πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,\n517  ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης\n518  τὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος.\n519  ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,\n520  ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο,\n521  ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης\n522  καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦ\n523  δάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.\n524  τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν\n525  Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν\n526  χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν,\n527  μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.\n528  βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.\n529  αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην·\n530  κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους\n531  εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι.\n532  αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν\n533  ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.\n534  τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν\n535  δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.\n536  οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο,\n537  οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν.\n538  ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,\n539  κλαῖον δʼ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ\n540  ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.\n541  αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,\n542  δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής·\n543  μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω\n544  κλαῖʼ, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα\n545  πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.\n546  ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης\n547  κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις.\n548  ὣς ἔφατʼ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ\n549  αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,\n550  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·\n551  τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρʼ ὀνόμαζε,\n552  ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ\n553  ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.\n554  ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·\n555  υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων·\n556  τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,\n557  νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ\n558  ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·\n559  οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,\n560  οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.\n561  σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,\n562  Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,\n563  ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης\n564  ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,\n565  τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν·\n566  οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος,\n567  ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας\n568  Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους·\n569  οὕνεκʼ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.\n570  ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.\n571  αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισιν\n572  ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.\n573  αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,\n574  δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ,\n575  δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.\n576  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\n577  νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,\n578  ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,\n579  ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον·\n580  ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.\n581  ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο\n582  στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.\n583  αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,\n584  χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη.\n585  ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον\n586  ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.\n587  ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,\n588  ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται·\n589  καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,\n590  τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα\n591  δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν\n592  ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.\n593  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n594  Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε.\n595  καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμην\n596  ἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων·\n597  αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων\n598  τέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι\n599  ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις.\n600  δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω·\n601  ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ\n602  ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις\n603  εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον\n604  πυροί τε ζειαί τε ἰδʼ εὐρυφυὲς κρῖ λευκόν.\n605  ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών·\n606  αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.\n607  οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ ἐυλείμων,\n608  αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων.\n609  ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,\n610  χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·\n611  αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷʼ ἀγορεύεις·\n612  τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ.\n613  δώρων δʼ ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,\n614  δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν·\n615  δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ\n616  ἔστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,\n617  ἔργον δʼ Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως,\n618  Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε\n619  κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.\n620  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,\n621  δαιτυμόνες δʼ ἐς δώματʼ ἴσαν θείου βασιλῆος.\n622  οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ ἐυήνορα οἶνον·\n623  σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.\n624  ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.\n625  μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο\n626  δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες\n627  ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.\n628  Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,\n629  ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.\n630  τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν\n631  Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·\n632  Ἀντίνοʼ, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί,\n633  ὁππότε Τηλέμαχος νεῖτʼ ἐκ Πύλου ἠμαθόεντος;\n634  νῆά μοι οἴχετʼ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς\n635  Ἤλιδʼ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι\n636  δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶ\n637  ἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην.\n638  ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντο\n639  ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ\n640  ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.\n641  τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός·\n642  νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ\n643  κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ\n644  θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.\n645  καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,\n646  ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,\n647  ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.\n648  τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·\n649  αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,\n650  ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ\n651  αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.\n652  κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας,\n653  οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα\n654  Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει.\n655  ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον\n656  χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε.\n657  ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,\n658  τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.\n659  μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.\n660  τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,\n661  ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι\n662  πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·\n663  ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη\n664  Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.\n665  ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως\n666  νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους.\n667  ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ\n668  Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.\n669  ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,\n670  ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω\n671  ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,\n672  ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.\n673  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον.\n674  αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.\n675  οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος\n676  μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον·\n677  κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς\n678  αὐλῆς ἐκτὸς ἐών· οἱ δʼ ἔνδοθι μῆτιν ὕφαινον.\n679  βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·\n680  τὸν δὲ κατʼ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·\n681  κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;\n682  ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο\n683  ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι;\n684  μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες\n685  ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·\n686  οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,\n687  κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν\n688  ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,\n689  οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν,\n690  οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν\n691  ἐν δήμῳ, ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων·\n692  ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.\n693  κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.\n694  ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα\n695  φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθʼ ἐυεργέων.\n696  τὴν δʼ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς·\n697  αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.\n698  ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο\n699  μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων·\n700  Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ\n701  οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν\n702  ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.\n703  ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,\n704  δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε\n705  δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.\n706  ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·\n707  κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν χρεὼ\n708  νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θʼ ἁλὸς ἵπποι\n709  ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφʼ ὑγρήν.\n710  ἦ ἵνα μηδʼ ὄνομʼ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;\n711  τὴν δʼ ἠμείβετʼ ἔπειτα Μέδων πεπνυμένα εἰδώς·\n712  οὐκ οἶδʼ ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ\n713  θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται\n714  πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν.\n715  ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμʼ Ὀδυσῆος.\n716  τὴν δʼ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδʼ ἄρʼ ἔτʼ ἔτλη\n717  δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,\n718  ἀλλʼ ἄρʼ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο\n719  οἴκτρʼ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον\n720  πᾶσαι, ὅσαι κατὰ δώματʼ ἔσαν νέαι ἠδὲ παλαιαί.\n721  τῇς δʼ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·\n722  κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʼ ἔδωκεν\n723  ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο·\n724  ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,\n725  παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,\n726  ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.\n727  νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι\n728  ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα.\n729  σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη\n730  ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,\n731  ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.\n732  εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,\n733  τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,\n734  ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.\n735  ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,\n736  δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,\n737  καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα\n738  Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,\n739  εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας\n740  ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν\n741  ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.\n742  τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·\n743  νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ\n744  ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω.\n745  ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε,\n746  σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον\n747  μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι\n748  ἢ σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,\n749  ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.\n750  ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,\n751  εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν\n752  εὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο·\n753  ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.\n754  μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω\n755  πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο\n756  ἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι\n757  δώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.\n758  ὣς φάτο, τῆς δʼ εὔνησε γόον, σχέθε δʼ ὄσσε γόοιο.\n759  ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα\n760  εἰς ὑπερῷʼ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,\n761  ἐν δʼ ἔθετʼ οὐλοχύτας κανέῳ, ἠρᾶτο δʼ Ἀθήνῃ·\n762  κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,\n763  εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς\n764  ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρίʼ ἔκηε,\n765  τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον,\n766  μνηστῆρας δʼ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.\n767  ὣς εἰποῦσʼ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.\n768  μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·\n769  ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·\n770  ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια\n771  ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται.\n772  ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.\n773  τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·\n774  δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε\n775  πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.\n776  ἀλλʼ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν\n777  μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.\n778  ὣς εἰπὼν ἐκρίνατʼ ἐείκοσι φῶτας ἀρίστους,\n779  βὰν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.\n780  νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,\n781  ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,\n782  ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,\n783  πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν·\n784  τεύχεα δέ σφʼ ἤνεικαν ὑπέρθυμοι θεράποντες.\n785  ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·\n786  ἔνθα δὲ δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.\n787  ἡ δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια\n788  κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,\n789  ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,\n790  ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.\n791  ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ\n792  δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,\n793  τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·\n794  εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.\n795  ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη·\n796  εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί,\n797  Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,\n798  τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.\n799  πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,\n800  ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν\n801  παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.\n802  ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,\n803  στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·\n804  εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;\n805  οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες\n806  κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι\n807  σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.\n808  τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια,\n809  ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν·\n810  τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος γε\n811  πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·\n812  καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων\n813  πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,\n814  ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,\n815  παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,\n816  ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος·\n817  νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,\n818  νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων.\n819  τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου·\n820  τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν,\n821  ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἢ ἐνὶ πόντῳ·\n822  δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται,\n823  ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.\n824  τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·\n825  θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·\n826  τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι\n827  ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,\n828  Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει·\n829  ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.\n830  τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n831  εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,\n832  εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,\n833  ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,\n834  ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.\n835  τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·\n836  οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,\n837  ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.\n838  ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη\n839  ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε\n840  κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,\n841  ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.\n842  μνηστῆρες δʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα\n843  Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.\n844  ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,\n845  μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,\n846  Ἀστερίς, οὐ μεγάλη· λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ\n847  ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":847}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":5,"language":"grc","text":"1  Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο\n2  ὤρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·\n3  οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δʼ ἄρα τοῖσι\n4  Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.\n5  τοῖσι δʼ Ἀθηναίη λέγε κήδεα πόλλʼ Ὀδυσῆος\n6  μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης·\n7  Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,\n8  μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω\n9  σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,\n10  ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·\n11  ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο\n12  λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.\n13  ἀλλʼ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων\n14  νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ\n15  ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·\n16  οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,\n17  οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.\n18  νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν\n19  οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν\n20  ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.\n21  τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·\n22  τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.\n23  οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,\n24  ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;\n25  Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,\n26  ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,\n27  μνηστῆρες δʼ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται.\n28  ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·\n29  Ἑρμεία, σὺ γὰρ αὖτε τά τʼ ἄλλα περ ἄγγελός ἐσσι,\n30  νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,\n31  νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται\n32  οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·\n33  ἀλλʼ ὅ γʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων\n34  ἤματί κʼ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,\n35  Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,\n36  οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,\n37  πέμψουσιν δʼ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,\n38  χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,\n39  πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,\n40  εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.\n41  ὣς γάρ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι\n42  οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.\n43  ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.\n44  αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,\n45  ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν\n46  ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.\n47  εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει,\n48  ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει.\n49  τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.\n50  Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ·\n51  σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,\n52  ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο\n53  ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·\n54  τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.\n55  ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθʼ ἐοῦσαν,\n56  ἔνθʼ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε\n57  ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη\n58  ναῖεν ἐυπλόκαμος· τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν.\n59  πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴ\n60  κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει\n61  δαιομένων· ἡ δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇ\n62  ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν.\n63  ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,\n64  κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.\n65  ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,\n66  σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι\n67  εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.\n68  ἡ δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο\n69  ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.\n70  κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,\n71  πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.\n72  ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου\n73  θήλεον. ἔνθα κʼ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν\n74  θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.\n75  ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.\n76  αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,\n77  αὐτίκʼ ἄρʼ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην\n78  ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·\n79  οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται\n80  ἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει.\n81  οὐδʼ ἄρʼ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,\n82  ἀλλʼ ὅ γʼ ἐπʼ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,\n83  δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.\n84  πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.\n85  Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων,\n86  ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·\n87  τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας\n88  αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.\n89  αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,\n90  εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.\n91  ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.\n92  ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν\n93  ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.\n94  αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης.\n95  αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,\n96  καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·\n97  εἰρωτᾷς μʼ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι\n98  νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.\n99  Ζεὺς ἐμέ γʼ ἠνώγει δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·\n100  τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ\n101  ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν\n102  ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.\n103  ἀλλὰ μάλʼ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο\n104  οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι.\n105  φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,\n106  τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο\n107  εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν\n108  οἴκαδʼ· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,\n109  ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.\n110  ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,\n111  τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.\n112  τὸν νῦν σʼ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·\n113  οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,\n114  ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι\n115  οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.\n116  ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,\n117  καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·\n118  σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,\n119  οἵ τε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι\n120  ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετʼ ἀκοίτην.\n121  ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠώς,\n122  τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,\n123  ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ\n124  οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.\n125  ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,\n126  ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ\n127  νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος\n128  Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.\n129  ὥς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.\n130  τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα\n131  οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ\n132  Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.\n133  ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,\n134  τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.\n135  τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον\n136  θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.\n137  ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο\n138  οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι,\n139  ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,\n140  πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·\n141  οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,\n142  οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.\n143  αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδʼ ἐπικεύσω,\n144  ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.\n145  τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·\n146  οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν,\n147  μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.\n148  ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης·\n149  ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη\n150  ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.\n151  τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσε\n152  δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν\n153  νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.\n154  ἀλλʼ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ\n155  ἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ·\n156  ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων\n157  δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων\n158  πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.\n159  ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων·\n160  κάμμορε, μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο, μηδέ τοι αἰὼν\n161  φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω.\n162  ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ\n163  εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς\n164  ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον.\n165  αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν\n166  ἐνθήσω μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι,\n167  εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν,\n168  ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,\n169  αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,\n170  οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.\n171  ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,\n172  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n173  ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν,\n174  ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,\n175  δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι\n176  ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.\n177  οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,\n178  εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι\n179  μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.\n180  ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων,\n181  χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·\n182  ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,\n183  οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.\n184  ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε\n185  καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος\n186  ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,\n187  μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.\n188  ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ\n189  αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι·\n190  καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ\n191  θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλʼ ἐλεήμων.\n192  ὣς ἄρα φωνήσασʼ ἡγήσατο δῖα θεάων\n193  καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.\n194  ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,\n195  καί ῥʼ ὁ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη\n196  Ἑρμείας, νύμφη δʼ ἐτίθει πάρα πᾶσαν ἐδωδήν,\n197  ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν·\n198  αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,\n199  τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.\n200  οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.\n201  αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,\n202  τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων·\n203  διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,\n204  οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν\n205  αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.\n206  εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα\n207  κήδεʼ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,\n208  ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις\n209  ἀθάνατός τʼ εἴης, ἱμειρόμενός περ ἰδέσθαι\n210  σὴν ἄλοχον, τῆς τʼ αἰὲν ἐέλδεαι ἤματα πάντα.\n211  οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,\n212  οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν\n213  θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.\n214  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n215  πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς\n216  πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια\n217  εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι·\n218  ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως.\n219  ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα\n220  οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.\n221  εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,\n222  τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·\n223  ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα\n224  κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.\n225  ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν·\n226  ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο\n227  τερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες.\n228  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\n229  αὐτίχʼ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς,\n230  αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,\n231  λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ\n232  καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην.\n233  καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν·\n234  δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,\n235  χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ\n236  στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός·\n237  δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖο\n238  νήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,\n239  κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης,\n240  αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.\n241  αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει,\n242  ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,\n243  αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον.\n244  εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ,\n245  ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.\n246  τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων·\n247  τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν,\n248  γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.\n249  ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ\n250  φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων,\n251  τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς.\n252  ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,\n253  ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.\n254  ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ·\n255  πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι.\n256  φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι\n257  κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην.\n258  τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων,\n259  ἱστία ποιήσασθαι· ὁ δʼ εὖ τεχνήσατο καὶ τά.\n260  ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ,\n261  μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.\n262  τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα·\n263  τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ,\n264  εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα.\n265  ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο\n266  τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα\n267  κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά·\n268  οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.\n269  γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς.\n270  αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως\n271  ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν\n272  Πληιάδας τʼ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην\n273  Ἄρκτον θʼ, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,\n274  ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει,\n275  οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο·\n276  τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων,\n277  ποντοπορευέμεναι ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα.\n278  ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,\n279  ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα\n280  γαίης Φαιήκων, ὅθι τʼ ἄγχιστον πέλεν αὐτῷ·\n281  εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.\n282  τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων\n283  τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱ\n284  πόντον ἐπιπλώων. ὁ δʼ ἐχώσατο κηρόθι μᾶλλον,\n285  κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·\n286  ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως\n287  ἀμφʼ Ὀδυσῆι ἐμεῖο μετʼ Αἰθιόπεσσιν ἐόντος,\n288  καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα\n289  ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει.\n290  ἀλλʼ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος.\n291  ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον\n292  χερσὶ τρίαιναν ἑλών· πάσας δʼ ὀρόθυνεν ἀέλλας\n293  παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε\n294  γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.\n295  σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσον Ζέφυρός τε δυσαὴς\n296  καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.\n297  καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,\n298  ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·\n299  ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;\n300  δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,\n301  ἥ μʼ ἔφατʼ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,\n302  ἄλγεʼ ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.\n303  οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν\n304  Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δʼ ἄελλαι\n305  παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος.\n306  τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο\n307  Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.\n308  ὡς δὴ ἐγώ γʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν\n309  ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα\n310  Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.\n311  τῷ κʼ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί·\n312  νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.\n313  ὣς ἄρα μιν εἰπόντʼ ἔλασεν μέγα κῦμα κατʼ ἄκρης\n314  δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.\n315  τῆλε δʼ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ\n316  ἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξεν\n317  δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,\n318  τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.\n319  τὸν δʼ ἄρʼ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδʼ ἐδυνάσθη\n320  αἶψα μάλʼ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς·\n321  εἵματα γάρ ῥʼ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.\n322  ὀψὲ δὲ δή ῥʼ ἀνέδυ, στόματος δʼ ἐξέπτυσεν ἅλμην\n323  πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.\n324  ἀλλʼ οὐδʼ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ,\n325  ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετʼ αὐτῆς,\n326  ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.\n327  τὴν δʼ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.\n328  ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας\n329  ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,\n330  ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα·\n331  ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,\n332  ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.\n333  τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,\n334  Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,\n335  νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς.\n336  ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα,\n337  αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,\n338  ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον·\n339  κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων\n340  ὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;\n341  οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.\n342  ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·\n343  εἵματα ταῦτʼ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι\n344  κάλλιπʼ, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου\n345  γαίης Φαιήκων, ὅθι τοι μοῖρʼ ἐστὶν ἀλύξαι.\n346  τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι\n347  ἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδʼ ἀπολέσθαι.\n348  αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,\n349  ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον\n350  πολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι.\n351  ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,\n352  αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα\n353  αἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν.\n354  αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,\n355  ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·\n356  ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε\n357  ἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει.\n358  ἀλλὰ μάλʼ οὔ πω πείσομʼ, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν\n359  γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.\n360  ἀλλὰ μάλʼ ὧδʼ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον·\n361  ὄφρʼ ἂν μέν κεν δούρατʼ ἐν ἁρμονίῃσιν ἀρήρῃ,\n362  τόφρʼ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων·\n363  αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,\n364  νήξομʼ, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.\n365  ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,\n366  ὦρσε δʼ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,\n367  δεινόν τʼ ἀργαλέον τε, κατηρεφές, ἤλασε δʼ αὐτόν.\n368  ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ\n369  καρφαλέων· τὰ μὲν ἄρ τε διεσκέδασʼ ἄλλυδις ἄλλῃ·\n370  ὣς τῆς δούρατα μακρὰ διεσκέδασʼ. αὐτὰρ Ὀδυσσεὺς\n371  ἀμφʼ ἑνὶ δούρατι βαῖνε, κέληθʼ ὡς ἵππον ἐλαύνων,\n372  εἵματα δʼ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.\n373  αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,\n374  αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,\n375  νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων,\n376  κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·\n377  οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,\n378  εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.\n379  ἀλλʼ οὐδʼ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.\n380  ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,\n381  ἵκετο δʼ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν.\n382  αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλʼ ἐνόησεν.\n383  ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,\n384  παύσασθαι δʼ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας·\n385  ὦρσε δʼ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματʼ ἔαξεν,\n386  ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη\n387  διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.\n388  ἔνθα δύω νύκτας δύο τʼ ἤματα κύματι πηγῷ\n389  πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετʼ ὄλεθρον.\n390  ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,\n391  καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη\n392  ἔπλετο νηνεμίη· ὁ δʼ ἄρα σχεδὸν εἴσιδε γαῖαν\n393  ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.\n394  ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ\n395  πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων,\n396  δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,\n397  ἀσπάσιον δʼ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,\n398  ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,\n399  νῆχε δʼ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.\n400  ἀλλʼ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας,\n401  καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης·\n402  ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο\n403  δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθʼ ἁλὸς ἄχνῃ·\n404  οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδʼ ἐπιωγαί.\n405  ἀλλʼ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε·\n406  καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,\n407  ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·\n408  ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι\n409  Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,\n410  ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε·\n411  ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα\n412  βέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη,\n413  ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι\n414  στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα·\n415  μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ\n416  κῦμα μέγʼ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή.\n417  εἰ δέ κʼ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω\n418  ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,\n419  δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλα\n420  πόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,\n421  ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων\n422  ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη·\n423  οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.\n424  ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,\n425  τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν.\n426  ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη,\n427  εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη·\n428  ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,\n429  τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.\n430  καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις\n431  πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.\n432  ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο\n433  πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,\n434  ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν\n435  ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν.\n436  ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς,\n437  εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.\n438  κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε,\n439  νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι\n440  ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.\n441  ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο\n442  ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,\n443  λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,\n444  ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν·\n445  κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ ἱκάνω,\n446  φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.\n447  αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν\n448  ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν\n449  σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας.\n450  ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι.\n451  ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα,\n452  πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν\n453  ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε\n454  χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.\n455  ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ\n456  ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος\n457  κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.\n458  ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,\n459  καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.\n460  καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,\n461  ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ\n462  δέξατο χερσὶ φίλῃσιν· ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶς\n463  σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.\n464  ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·\n465  ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται;\n466  εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,\n467  μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση\n468  ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν·\n469  αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.\n470  εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην\n471  θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη\n472  ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,\n473  δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.\n474  ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·\n475  βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν\n476  ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους,\n477  ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης.\n478  τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,\n479  οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,\n480  οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ\n481  ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺς\n482  δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν\n483  εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,\n484  ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι\n485  ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.\n486  τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,\n487  ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων.\n488  ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ\n489  ἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,\n490  σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι,\n491  ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο· τῷ δʼ ἄρʼ Ἀθήνη\n492  ὕπνον ἐπʼ ὄμμασι χεῦʼ, ἵνα μιν παύσειε τάχιστα\n493  δυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας.","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":493}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":6,"language":"grc","text":"1  ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς\n2  ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη\n3  βῆ ῥʼ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,\n4  οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,\n5  ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,\n6  οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.\n7  ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,\n8  εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,\n9  ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,\n10  καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας.\n11  ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,\n12  Ἀλκίνοος δὲ τότʼ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.\n13  τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,\n14  νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα.\n15  βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη\n16  κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,\n17  Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,\n18  πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,\n19  σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί.\n20  ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,\n21  στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,\n22  εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,\n23  ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.\n24  τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη·\n25  Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο μήτηρ;\n26  εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,\n27  σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν\n28  ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται.\n29  ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει\n30  ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.\n31  ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι·\n32  καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχιστα\n33  ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι·\n34  ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον\n35  πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.\n36  ἀλλʼ ἄγʼ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ\n37  ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι\n38  ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.\n39  καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν\n40  ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.\n41  ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη\n42  Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ\n43  ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ\n44  δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη\n45  πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη·\n46  τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.\n47  ἔνθʼ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.\n48  αὐτίκα δʼ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε\n49  Ναυσικάαν ἐύπεπλον· ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον,\n50  βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν,\n51  πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας·\n52  ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν\n53  ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζε\n54  ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας\n55  ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.\n56  ἡ δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε·\n57  πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην\n58  ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαι\n59  ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;\n60  καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα\n61  βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʼ ἔχοντα.\n62  πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,\n63  οἱ δύʼ ὀπυίοντες, τρεῖς δʼ ἠίθεοι θαλέθοντες·\n64  οἱ δʼ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʼ ἔχοντες\n65  ἐς χορὸν ἔρχεσθαι· τὰ δʼ ἐμῇ φρενὶ πάντα μέμηλεν.\n66  ὣς ἔφατʼ· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι\n67  πατρὶ φίλῳ. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ·\n68  οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.\n69  ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην\n70  ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.\n71  ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο.\n72  οἱ μὲν ἄρʼ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην\n73  ὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ·\n74  κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.\n75  καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ,\n76  μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴν\n77  παντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευεν\n78  ἀσκῷ ἐν αἰγείῳ· κούρη δʼ ἐπεβήσετʼ ἀπήνης.\n79  δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,\n80  ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.\n81  ἡ δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,\n82  μάστιξεν δʼ ἐλάαν· καναχὴ δʼ ἦν ἡμιόνοιιν.\n83  αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν,\n84  οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.\n85  αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο,\n86  ἔνθʼ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρ\n87  καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,\n88  ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.\n89  καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα\n90  τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δʼ ἀπʼ ἀπήνης\n91  εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,\n92  στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.\n93  αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,\n94  ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα\n95  λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.\n96  αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ\n97  δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο,\n98  εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.\n99  αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,\n100  σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι·\n101  τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.\n102  οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα,\n103  ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,\n104  τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι·\n105  τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,\n106  ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ·\n107  πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,\n108  ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι·\n109  ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.\n110  ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι\n111  ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά,\n112  ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,\n113  ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην,\n114  ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.\n115  σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια·\n116  ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ·\n117  αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν· ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς,\n118  ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν·\n119  ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;\n120  ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,\n121  ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;\n122  ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή·\n123  νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα\n124  καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.\n125  ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;\n126  ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.\n127  ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,\n128  ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ\n129  φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.\n130  βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,\n131  ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε\n132  δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν\n133  ἠὲ μετʼ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ\n134  μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν·\n135  ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε\n136  μίξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε.\n137  σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,\n138  τρέσσαν δʼ ἄλλυδις ἄλλη ἐπʼ ἠιόνας προὐχούσας·\n139  οἴη δʼ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη\n140  θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.\n141  στῆ δʼ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,\n142  ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην,\n143  ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι\n144  λίσσοιτʼ, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.\n145  ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,\n146  λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,\n147  μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.\n148  αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.\n149  γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, ἦ βροτός ἐσσι;\n150  εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,\n151  Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,\n152  εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐίσκω·\n153  εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,\n154  τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,\n155  τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς\n156  αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,\n157  λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.\n158  κεῖνος δʼ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,\n159  ὅς κέ σʼ ἐέδνοισι βρίσας οἶκόνδʼ ἀγάγηται.\n160  οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,\n161  οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα· σέβας μʼ ἔχει εἰσορόωντα.\n162  Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ\n163  φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα·\n164  ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,\n165  τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι.\n166  ὣς δʼ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ\n167  δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,\n168  ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶς\n169  γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει.\n170  χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον·\n171  τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαι\n172  νήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων,\n173  ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω\n174  παύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.\n175  ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας\n176  ἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδα\n177  ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.\n178  ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,\n179  εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα.\n180  σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,\n181  ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν\n182  ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,\n183  ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον\n184  ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι,\n185  χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί.\n186  τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα·\n187  ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας·\n188  Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,\n189  ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ·\n190  καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.\n191  νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,\n192  οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,\n193  ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα.\n194  ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.\n195  Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,\n196  εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,\n197  τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.\n198  ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε·\n199  στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι;\n200  ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν;\n201  οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,\n202  ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται\n203  δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν.\n204  οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,\n205  ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.\n206  ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει,\n207  τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες\n208  ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε.\n209  ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,\n210  λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο.\n211  ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,\n212  κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν\n213  Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο·\n214  πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν,\n215  δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,\n216  ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.\n217  δή ῥα τότʼ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς·\n218  ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἐγὼ αὐτὸς\n219  ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δʼ ἐλαίῳ\n220  χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.\n221  ἄντην δʼ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ\n222  γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών.\n223  ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα κούρῃ.\n224  αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς\n225  ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους,\n226  ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.\n227  αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν,\n228  ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής,\n229  τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα\n230  μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος\n231  οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.\n232  ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ\n233  ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη\n234  τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,\n235  ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.\n236  ἕζετʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,\n237  κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη.\n238  δή ῥα τότʼ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα·\n239  κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.\n240  οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,\n241  Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι·\n242  πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι,\n243  νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.\n244  αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη\n245  ἐνθάδε ναιετάων, καί οἱ ἅδοι αὐτόθι μίμνειν.\n246  ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.\n247  ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,\n248  πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.\n249  ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς\n250  ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.\n251  αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν·\n252  εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης,\n253  ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή,\n254  ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·\n255  ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω\n256  πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι\n257  πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.\n258  ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν·\n259  ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων,\n260  τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξαν\n261  καρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω.\n262  αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος\n263  ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,\n264  λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαι\n265  εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.\n266  ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,\n267  ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα.\n268  ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,\n269  πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.\n270  οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,\n271  ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,\n272  ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.\n273  τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω\n274  μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον·\n275  καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας·\n276  τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε\n277  ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.\n278  ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς\n279  ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν·\n280  ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν\n281  οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.\n282  βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν\n283  ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον\n284  Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.\n285  ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο.\n286  καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,\n287  ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,\n288  ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν.\n289  ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα\n290  πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.\n291  δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου\n292  αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών·\n293  ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή,\n294  τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.\n295  ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς\n296  ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.\n297  αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι,\n298  καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαι\n299  δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.\n300  ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο\n301  νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται\n302  δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο\n303  ἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,\n304  ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαι\n305  μητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,\n306  ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,\n307  κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν.\n308  ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,\n309  τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.\n310  τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας\n311  βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι\n312  χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.\n313  εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,\n314  ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι\n315  οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.\n316  ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇ\n317  ἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα.\n318  αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν·\n319  ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶ\n320  ἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην.\n321  δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο\n322  ἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς.\n323  αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·\n324  κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη·\n325  νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας\n326  ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος.\n327  δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν.\n328  ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.\n329  αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα\n330  πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν\n331  ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":331}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":7,"language":"grc","text":"1  ὧς ὁ μὲν ἔνθʼ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,\n2  κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.\n3  ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε,\n4  στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς\n5  ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης\n6  ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.\n7  αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ\n8  γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,\n9  τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι·\n10  Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν\n11  Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν·\n12  ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.\n13  ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.\n14  καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ Ἀθήνη\n15  πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι,\n16  μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας\n17  κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη.\n18  ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,\n19  ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,\n20  παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.\n21  στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς·\n22  ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο\n23  Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει;\n24  καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω\n25  τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα\n26  ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.\n27  τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·\n28  τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,\n29  δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.\n30  ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω,\n31  μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε.\n32  οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται,\n33  οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ.\n34  νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι\n35  λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων·\n36  τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.\n37  ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη\n38  καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.\n39  τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν\n40  ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη\n41  εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν\n42  θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ.\n43  θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας\n44  αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ\n45  ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.\n46  ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο,\n47  τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη·\n48  οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις\n49  πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας\n50  δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ\n51  τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων\n52  ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.\n53  δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν·\n54  Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων\n55  τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.\n56  Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων\n57  γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,\n58  ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,\n59  ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.\n60  ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός·\n61  τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα\n62  Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε·\n63  Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε.\n64  τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων\n65  νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα\n66  Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν,\n67  καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,\n68  ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν.\n69  ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν\n70  ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο\n71  καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες\n72  δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ.\n73  οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ·\n74  ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.\n75  εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ,\n76  ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι\n77  οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.\n78  ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη\n79  πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,\n80  ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,\n81  δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς\n82  Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ\n83  ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.\n84  ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης\n85  δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.\n86  χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα,\n87  ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο·\n88  χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον·\n89  σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,\n90  ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη.\n91  χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,\n92  οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι\n93  δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,\n94  ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.\n95  ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα,\n96  ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι\n97  λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.\n98  ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο\n99  πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον.\n100  χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν\n101  ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,\n102  φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.\n103  πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες\n104  αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,\n105  αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν\n106  ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο·\n107  καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.\n108  ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν\n109  νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες\n110  ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη\n111  ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.\n112  ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων\n113  τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.\n114  ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,\n115  ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι\n116  συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.\n117  τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει\n118  χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ\n119  Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.\n120  ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ,\n121  αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ.\n122  ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,\n123  τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ\n124  τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν,\n125  ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν\n126  ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν.\n127  ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον\n128  παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι·\n129  ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα\n130  σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι\n131  πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.\n132  τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.\n133  ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.\n134  αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,\n135  καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.\n136  εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας\n137  σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,\n138  ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.\n139  αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς\n140  πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,\n141  ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.\n142  ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,\n143  καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.\n144  οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες·\n145  θαύμαζον δʼ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς·\n146  Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,\n147  σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας\n148  τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν\n149  ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος\n150  κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν·\n151  αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι\n152  θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.\n153  ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν\n154  πὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.\n155  ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,\n156  ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν\n157  καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς·\n158  ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·\n159  Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,\n160  ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν,\n161  οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.\n162  ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου\n163  εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον\n164  οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ\n165  σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ·\n166  δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.\n167  αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο,\n168  χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην\n169  ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,\n170  υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,\n171  ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.\n172  χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα\n173  καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,\n174  νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.\n175  σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,\n176  εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.\n177  αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.\n178  καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·\n179  Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον\n180  πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ\n181  σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.\n182  ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,\n183  νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.\n184  αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός,\n185  τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·\n186  κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες\n187  ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.\n188  νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες·\n189  ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες\n190  ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν\n191  ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς\n192  μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης\n193  πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται\n194  χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,\n195  μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,\n196  πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειτα\n197  πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι\n198  γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.\n199  εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν,\n200  ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται.\n201  αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς\n202  ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,\n203  δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.\n204  εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,\n205  οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,\n206  ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.\n207  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n208  Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε\n209  ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,\n210  οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.\n211  οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀιζὺν\n212  ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.\n213  καὶ δʼ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,\n214  ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.\n215  ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ·\n216  οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο\n217  ἔπλετο, ἥ τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ\n218  καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,\n219  ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλʼ αἰεὶ\n220  ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων\n221  ληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.\n222  ὑμεῖς δʼ ὀτρύνεσθαι ἅμʼ ἠοῖ φαινομένηφιν,\n223  ὥς κʼ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης\n224  καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν\n225  κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.\n226  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον\n227  πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.\n228  αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός,\n229  οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,\n230  αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,\n231  πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς\n232  ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός.\n233  τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων·\n234  ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα\n235  καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί·\n236  καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·\n237  ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·\n238  τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν;\n239  οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι;\n240  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n241  ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι\n242  κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες·\n243  τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.\n244  Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται·\n245  ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ\n246  ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ\n247  μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.\n248  ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων\n249  οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ\n250  Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.\n251  ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,\n252  αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης\n253  ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ\n254  νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ\n255  ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα\n256  ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε\n257  θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·\n258  ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.\n259  ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ\n260  δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ·\n261  ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,\n262  καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι\n263  Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς.\n264  πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε,\n265  σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,\n266  οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.\n267  ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,\n268  ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα\n269  γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ\n270  δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ\n271  πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,\n272  ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,\n273  ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα\n274  εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.\n275  τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γε\n276  νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ\n277  ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.\n278  ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου,\n279  πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ·\n280  ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον\n281  ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,\n282  λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.\n283  ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξ\n284  ἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο\n285  ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα\n286  ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν.\n287  ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ\n288  εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ.\n289  δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.\n290  ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς\n291  παιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι·\n292  τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,\n293  ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα\n294  ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.\n295  ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον\n296  καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε.\n297  ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.\n298  τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·\n299  ξεῖνʼ, ἦ τοι μὲν τοῦτο γʼ ἐναίσιμον οὐκ ἐνόησε\n300  παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν\n301  ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας.\n302  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n303  ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην·\n304  ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,\n305  ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,\n306  μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι·\n307  δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων.\n308  τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·\n309  ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ\n310  μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα.\n311  αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,\n312  τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ,\n313  παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι\n314  αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην,\n315  εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξει\n316  Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.\n317  πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς,\n318  αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ\n319  λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαι\n320  πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,\n321  εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης,\n322  τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντο\n323  λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν\n324  ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.\n325  καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν\n326  ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω.\n327  εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται\n328  νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.\n329  ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,\n330  εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·\n331  Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα\n332  Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν\n333  ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην.\n334  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·\n335  κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν\n336  δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ\n337  πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας\n338  χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.\n339  αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι·\n340  αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,\n341  ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν·\n342  ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή.\n343  ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.\n344  ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς\n345  τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ·\n346  Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,\n347  πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":347}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":8,"language":"grc","text":"1  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\n2  ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,\n3  ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.\n4  τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο\n5  Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.\n6  ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι\n7  πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη\n8  εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,\n9  νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,\n10  καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον·\n11  δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,\n12  εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,\n13  ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα\n14  πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.\n15  ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.\n16  καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι\n17  ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες\n18  υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη\n19  θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις\n20  καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,\n21  ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο\n22  δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους\n23  πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος.\n24  αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,\n25  τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε·\n26  κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,\n27  ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.\n28  ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ,\n29  ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων·\n30  πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.\n31  ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.\n32  οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται,\n33  ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.\n34  ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν\n35  πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα\n36  κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.\n37  δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ\n38  ἔκβητʼ· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα\n39  ἡμέτερόνδʼ ἐλθόντες· ἐγὼ δʼ ἐὺ πᾶσι παρέξω.\n40  κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι\n41  σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ\n42  ἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,\n43  μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν\n44  Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν\n45  τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.\n46  ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο\n47  σκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.\n48  κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα\n49  βήτην, ὡς ἐκέλευσʼ, ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο.\n50  αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,\n51  νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,\n52  ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,\n53  ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,\n54  πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν.\n55  ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν· αὐτὰρ ἔπειτα\n56  βάν ῥʼ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.\n57  πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν\n58  ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἔσαν, νέοι ἠδὲ παλαιοί.\n59  τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν,\n60  ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς·\n61  τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν.\n62  κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,\n63  τὸν πέρι μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε·\n64  ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν.\n65  τῷ δʼ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον\n66  μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας·\n67  κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν\n68  αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι\n69  κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν,\n70  πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.\n71  οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.\n72  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\n73  μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,\n74  οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,\n75  νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,\n76  ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ\n77  ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων\n78  χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο.\n79  ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων\n80  Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν\n81  χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ\n82  Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.\n83  ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς\n84  πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι\n85  κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα·\n86  αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων.\n87  ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,\n88  δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε\n89  καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν·\n90  αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν\n91  Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν,\n92  ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.\n93  ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,\n94  Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν\n95  ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.\n96  αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·\n97  κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.\n98  ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης\n99  φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ·\n100  νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν\n101  πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν\n102  οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων\n103  πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.\n104  ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.\n105  κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,\n106  Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο\n107  κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι\n108  Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.\n109  βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος,\n110  μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.\n111  ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,\n112  Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,\n113  Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε\n114  Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο·\n115  ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,\n116  Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε\n117  πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα.\n118  ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,\n119  Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.\n120  οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.\n121  τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες\n122  καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο·\n123  τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων·\n124  ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,\n125  τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο.\n126  οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο·\n127  τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.\n128  ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν·\n129  δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,\n130  πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.\n131  αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις,\n132  τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο·\n133  δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλον\n134  οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,\n135  μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν\n136  αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης\n137  δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν·\n138  οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης\n139  ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.\n140  τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·\n141  Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.\n142  αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.\n143  αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο,\n144  στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε·\n145  δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,\n146  εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους·\n147  οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν,\n148  ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.\n149  ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ.\n150  σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη\n151  νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.\n152  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n153  Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;\n154  κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,\n155  ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,\n156  νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων\n157  ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.\n158  τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην·\n159  οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω\n160  ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται,\n161  ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων,\n162  ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,\n163  φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων\n164  κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας.\n165  τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·\n166  ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας.\n167  οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν\n168  ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν.\n169  ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,\n170  ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν\n171  τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει\n172  αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,\n173  ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.\n174  ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,\n175  ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,\n176  ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως\n177  οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι.\n178  ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν\n179  εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων,\n180  ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω\n181  ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι.\n182  νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην\n183  ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.\n184  ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων·\n185  θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.\n186  ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον\n187  μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ\n188  ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.\n189  τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,\n190  βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ\n191  Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,\n192  λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων\n193  ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη\n194  ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·\n195  καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα\n196  ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,\n197  ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον·\n198  οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει.\n199  ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,\n200  χαὶρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι.\n201  καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν·\n202  τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον\n203  ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.\n204  τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,\n205  δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην,\n206  ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,\n207  πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος.\n208  ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο;\n209  ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,\n210  ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων\n211  δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει.\n212  τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω,\n213  ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.\n214  πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι·\n215  εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι·\n216  πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ\n217  ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι\n218  ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.\n219  οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ\n220  δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί.\n221  τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,\n222  ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.\n223  ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,\n224  οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οιχαλιῆι,\n225  οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.\n226  τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας\n227  ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων\n228  ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.\n229  δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.\n230  οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ\n231  Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην\n232  κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα\n233  ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται.\n234  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.\n235  Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·\n236  ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις,\n237  ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,\n238  χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς\n239  νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,\n240  ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν·\n241  ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ\n242  εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι\n243  δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,\n244  ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν\n245  Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.\n246  οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,\n247  ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,\n248  αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε\n249  εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.\n250  ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,\n251  παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν\n252  οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων\n253  ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.\n254  Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν\n255  οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.\n256  ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ\n257  οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.\n258  αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν\n259  δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,\n260  λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα.\n261  κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν\n262  Δημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι\n263  πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,\n264  πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς\n265  μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.\n266  αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν\n267  ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης,\n268  ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι\n269  λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν\n270  Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν\n271  Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι.\n272  Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,\n273  βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,\n274  ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς\n275  ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν.\n276  αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,\n277  βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο,\n278  ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ·\n279  πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,\n280  ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο,\n281  οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο.\n282  αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,\n283  εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,\n284  ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.\n285  οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,\n286  ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα·\n287  βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο\n288  ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.\n289  ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος\n290  ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει,\n291  ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·\n292  δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες·\n293  οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη\n294  οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.\n295  ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.\n296  τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ\n297  τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,\n298  οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι.\n299  καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο.\n300  ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις,\n301  αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι·\n302  Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.\n303  βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ·\n304  ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει·\n305  σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν·\n306  Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,\n307  δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,\n308  ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη\n309  αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα,\n310  οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε\n311  ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,\n312  ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.\n313  ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι\n314  εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι.\n315  οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως\n316  καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω\n317  εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,\n318  εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,\n319  ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,\n320  οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.\n321  ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ·\n322  ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης\n323  Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.\n324  θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.\n325  ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων·\n326  ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι\n327  τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.\n328  ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·\n329  οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν,\n330  ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα\n331  ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,\n332  χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει.\n333  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·\n334  Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·\n335  Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,\n336  ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς\n337  εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;\n338  τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης·\n339  αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον·\n340  δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,\n341  ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,\n342  αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.\n343  ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν.\n344  οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ\n345  Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.\n346  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n347  λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,\n348  τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν.\n349  τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις·\n350  μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε·\n351  δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.\n352  πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν,\n353  εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;\n354  τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·\n355  Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας\n356  οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.\n357  τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·\n358  οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.\n359  ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.\n360  τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,\n361  αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,\n362  ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,\n363  ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.\n364  ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ\n365  ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,\n366  ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.\n367  ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς\n368  τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι\n369  Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.\n370  Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν\n371  μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.\n372  οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,\n373  πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,\n374  τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα\n375  ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς\n376  ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.\n377  αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο,\n378  ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ\n379  ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι\n380  ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.\n381  δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς·\n382  Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,\n383  ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,\n384  ἠδʼ ἄρʼ ἑτοῖμα τέτυκτο· σέβας μʼ ἔχει εἰσορόωντα.\n385  ὣς φάτο, γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο,\n386  αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·\n387  κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.\n388  ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.\n389  ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.\n390  δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες\n391  ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός·\n392  τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα\n393  καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.\n394  αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶν\n395  ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.\n396  Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι\n397  καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.\n398  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον,\n399  δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.\n400  τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε·\n401  Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,\n402  τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.\n403  δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη\n404  ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος\n405  ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται.\n406  ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον\n407  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n408  χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται\n409  δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.\n410  σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι\n411  δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.\n412  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n413  καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.\n414  μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο\n415  τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.\n416  ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.\n417  δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.\n418  καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί·\n419  δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο\n420  μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.\n421  τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο,\n422  ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.\n423  δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο·\n424  δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, ἥ τις ἀρίστη·\n425  ἐν δʼ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.\n426  ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ,\n427  ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάντα\n428  δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν,\n429  δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.\n430  καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,\n431  χρύσεον, ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντα\n432  σπένδῃ ἐνὶ μεγάρῳ Διί τʼ ἄλλοισίν τε θεοῖσιν.\n433  ὣς ἔφατʼ, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν\n434  ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.\n435  αἱ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,\n436  ἔν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.\n437  γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·\n438  τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν\n439  ἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα,\n440  ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν·\n441  ἐν δʼ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,\n442  καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·\n443  αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλον,\n444  μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε\n445  εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.\n446  αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,\n447  αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν\n448  ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη·\n449  αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει\n450  ἔς ῥʼ ἀσάμινθον βάνθʼ· ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ\n451  θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,\n452  ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.\n453  τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.\n454  τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,\n455  ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,\n456  ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας\n457  ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα\n458  στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,\n459  θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,\n460  καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·\n461  χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι γαίῃ\n462  μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις.\n463  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.\n464  Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,\n465  οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,\n466  οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι·\n467  τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην\n468  αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη.\n469  ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα·\n470  οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον.\n471  κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,\n472  Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν\n473  μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.\n474  δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,\n475  νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,\n476  ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή·\n477  κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν,\n478  Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ·\n479  πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ\n480  τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας\n481  οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.\n482  ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν\n483  ἥρῳ Δημοδόκῳ· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ.\n484  οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.\n485  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\n486  δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς·\n487  Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων.\n488  ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων·\n489  λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,\n490  ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί,\n491  ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.\n492  ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον\n493  δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,\n494  ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς\n495  ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν.\n496  αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,\n497  αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,\n498  ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.\n499  ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν,\n500  ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν\n501  βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,\n502  Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα\n503  ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ·\n504  αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.\n505  ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον\n506  ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή,\n507  ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,\n508  ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης,\n509  ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι,\n510  τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν·\n511  αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ\n512  δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι\n513  Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.\n514  ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν\n515  ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.\n516  ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,\n517  αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο\n518  βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.\n519  κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα\n520  νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.\n521  ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς\n522  τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.\n523  ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,\n524  ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,\n525  ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ·\n526  ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα\n527  ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε\n528  κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους\n529  εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν·\n530  τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί·\n531  ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν.\n532  ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,\n533  Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν,\n534  ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.\n535  αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα·\n536  κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,\n537  Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν·\n538  οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει.\n539  ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,\n540  ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο\n541  ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.\n542  ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες,\n543  ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως·\n544  εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται,\n545  πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.\n546  ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται\n547  ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.\n548  τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν\n549  ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν.\n550  εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε\n551  ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.\n552  οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων,\n553  οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,\n554  ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.\n555  εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε,\n556  ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες·\n557  οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,\n558  οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν·\n559  ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,\n560  καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς\n561  ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν\n562  ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν\n563  οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι.\n564  ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα\n565  Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι\n566  ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.\n567  φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα\n568  ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ\n569  ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.\n570  ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν\n571  ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ·\n572  ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,\n573  ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας\n574  ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας,\n575  ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,\n576  οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.\n577  εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ\n578  Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων.\n579  τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον\n580  ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.\n581  ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ\n582  ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα\n583  κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν;\n584  ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,\n585  ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων\n586  γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":586}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":9,"language":"grc","text":"1  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n2  Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,\n3  ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ\n4  τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.\n5  οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι\n6  ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,\n7  δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ\n8  ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι\n9  σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων\n10  οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι·\n11  τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.\n12  σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα\n13  εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω·\n14  τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω;\n15  κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.\n16  νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς\n17  εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ\n18  ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.\n19  εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν\n20  ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.\n21  ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ\n22  Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι\n23  πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,\n24  Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.\n25  αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται\n26  πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε,\n27  τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε\n28  ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.\n29  ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων,\n30  ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι·\n31  ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν\n32  Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι·\n33  ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.\n34  ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων\n35  γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον\n36  γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.\n37  εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω,\n38  ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.\n39  Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,\n40  Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς·\n41  ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες\n42  δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.\n43  ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας\n44  ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.\n45  ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα\n46  ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς·\n47  τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,\n48  οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,\n49  ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων\n50  ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.\n51  ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,\n52  ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη\n53  ἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν.\n54  στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,\n55  βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.\n56  ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,\n57  τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.\n58  ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε,\n59  καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.\n60  ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι\n61  ὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.\n62  ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,\n63  ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.\n64  οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,\n65  πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,\n66  οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.\n67  νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς\n68  λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε\n69  γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.\n70  αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν\n71  τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.\n72  καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,\n73  αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.\n74  ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ\n75  κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.\n76  ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,\n77  ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες\n78  ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.\n79  καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν·\n80  ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν\n81  καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.\n82  ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν\n83  πόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν\n84  γαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν.\n85  ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,\n86  αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.\n87  αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,\n88  δὴ τοτʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,\n89  οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες\n90  ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.\n91  οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν·\n92  οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρον\n93  ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.\n94  τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,\n95  οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,\n96  ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισι\n97  λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.\n98  τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,\n99  νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.\n100  αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους\n101  σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,\n102  μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.\n103  οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,\n104  ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.\n105  ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ·\n106  Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων\n107  ἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν\n108  οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν,\n109  ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,\n110  πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσιν\n111  οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.\n112  τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,\n113  ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα\n114  ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος\n115  παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν.\n116  νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,\n117  γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ,\n118  ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν\n119  ἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,\n120  οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕλην\n121  ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.\n122  οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν,\n123  ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα\n124  ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.\n125  οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,\n126  οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν\n127  νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα\n128  ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ\n129  ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν·\n130  οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.\n131  οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα·\n132  ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθας\n133  ὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν.\n134  ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶ\n135  εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας.\n136  ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν,\n137  οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι,\n138  ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέων\n139  θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.\n140  αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,\n141  κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν.\n142  ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν\n143  νύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι·\n144  ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη\n145  οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.\n146  ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,\n147  οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον\n148  εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.\n149  κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,\n150  ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·\n151  ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.\n152  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\n153  νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν.\n154  ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,\n155  αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.\n156  αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους\n157  εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες\n158  βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην.\n159  νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην\n160  ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ.\n161  ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα\n162  ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·\n163  οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,\n164  ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι\n165  ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες.\n166  Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,\n167  καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν.\n168  ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,\n169  δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.\n170  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\n171  καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·\n172  ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες ἑταῖροι·\n173  αὐτὰρ ἐγὼ σὺν νηί τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν\n174  ἐλθὼν τῶνδʼ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν,\n175  ἤ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,\n176  ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.\n177  ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δʼ ἑταίρους\n178  αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.\n179  οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,\n180  ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.\n181  ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς ἐόντα,\n182  ἔνθα δʼ ἐπʼ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,\n183  ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰ\n184  μῆλʼ, ὄιές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δʼ αὐλὴ\n185  ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι\n186  μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.\n187  ἔνθα δʼ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα\n188  οἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετʼ ἄλλους\n189  πωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.\n190  καὶ γὰρ θαῦμʼ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει\n191  ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι\n192  ὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπʼ ἄλλων.\n193  δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους\n194  αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,\n195  αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστους\n196  βῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο\n197  ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός,\n198  ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,\n199  οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʼ ἠδὲ γυναικὶ\n200  ἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι\n201  Φοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα·\n202  χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα,\n203  δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα\n204  οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας\n205  ἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸν\n206  ἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ,\n207  ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη.\n208  τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,\n209  ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα\n210  χεῦʼ, ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει\n211  θεσπεσίη· τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.\n212  τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα\n213  κωρύκῳ· αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ\n214  ἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,\n215  ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας.\n216  καρπαλίμως δʼ εἰς ἄντρον ἀφικόμεθʼ, οὐδέ μιν ἔνδον\n217  εὕρομεν, ἀλλʼ ἐνόμευε νομὸν κάτα πίονα μῆλα.\n218  ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.\n219  ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ\n220  ἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασται\n221  ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,\n222  χωρὶς δʼ αὖθʼ ἕρσαι. ναῖον δʼ ὀρῷ ἄγγεα πάντα,\n223  γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν.\n224  ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιν\n225  τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα\n226  καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας\n227  σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ·\n228  ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν,\n229  ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.\n230  οὐδʼ ἄρʼ ἔμελλʼ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι.\n231  ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ\n232  τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον\n233  ἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δʼ ὄβριμον ἄχθος\n234  ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,\n235  ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν·\n236  ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ ἐς μυχὸν ἄντρου.\n237  αὐτὰρ ὅ γʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα\n238  πάντα μάλʼ ὅσσʼ ἤμελγε, τὰ δʼ ἄρσενα λεῖπε θύρηφιν,\n239  ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς.\n240  αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,\n241  ὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσʼ ἄμαξαι\n242  ἐσθλαὶ τετράκυκλοι ἀπʼ οὔδεος ὀχλίσσειαν·\n243  τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.\n244  ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,\n245  πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.\n246  αὐτίκα δʼ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος\n247  πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν,\n248  ἥμισυ δʼ αὖτʼ ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη\n249  πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη.\n250  αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,\n251  καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δʼ ἡμέας·\n252  ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;\n253  ἦ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε,\n254  οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται\n255  ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;\n256  ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον ἦτορ,\n257  δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον.\n258  ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·\n259  ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ\n260  παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,\n261  οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα\n262  ἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.\n263  λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι,\n264  τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί·\n265  τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς\n266  πολλούς. ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα\n267  ἱκόμεθʼ, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως\n268  δοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν.\n269  ἀλλʼ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν,\n270  Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε,\n271  ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ.\n272  ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·\n273  νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,\n274  ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι·\n275  οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν\n276  οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·\n277  οὐδʼ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην\n278  οὔτε σεῦ οὔθʼ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι.\n279  ἀλλά μοι εἴφʼ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα,\n280  ἤ που ἐπʼ ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω.\n281  ὣς φάτο πειράζων, ἐμὲ δʼ οὐ λάθεν εἰδότα πολλά,\n282  ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι·\n283  νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων\n284  πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,\n285  ἄκρῃ προσπελάσας· ἄνεμος δʼ ἐκ πόντου ἔνεικεν·\n286  αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.\n287  ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο νηλέι θυμῷ,\n288  ἀλλʼ ὅ γʼ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,\n289  σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ\n290  κόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.\n291  τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον·\n292  ἤσθιε δʼ ὥς τε λέων ὀρεσίτροφος, οὐδʼ ἀπέλειπεν,\n293  ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.\n294  ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας,\n295  σχέτλια ἔργʼ ὁρόωντες, ἀμηχανίη δʼ ἔχε θυμόν.\n296  αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν\n297  ἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων,\n298  κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων.\n299  τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν\n300  ἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,\n301  οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,\n302  χείρʼ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν.\n303  αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθʼ αἰπὺν ὄλεθρον·\n304  οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων\n305  χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.\n306  ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.\n307  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\n308  καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,\n309  πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.\n310  αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,\n311  σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.\n312  δειπνήσας δʼ ἄντρου ἐξήλασε πίονα μῆλα,\n313  ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειτα\n314  ἂψ ἐπέθηχʼ, ὡς εἴ τε φαρέτρῃ πῶμʼ ἐπιθείη.\n315  πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα\n316  Κύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,\n317  εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.\n318  ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.\n319  Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,\n320  χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη\n321  αὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες\n322  ὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,\n323  φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα·\n324  τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.\n325  τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς\n326  καὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα·\n327  οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰς\n328  ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.\n329  καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,\n330  ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή·\n331  αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,\n332  ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας\n333  τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.\n334  οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,\n335  τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.\n336  ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων.\n337  αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα\n338  πάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,\n339  ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.\n340  αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας,\n341  ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,\n342  πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ.\n343  αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,\n344  σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.\n345  καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,\n346  κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο·\n347  Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα,\n348  ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει\n349  ἡμετέρη. σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσας\n350  οἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτʼ ἀνεκτῶς.\n351  σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο\n352  ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;\n353  ὣς ἐφάμην, ὁ δʼ ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δʼ αἰνῶς\n354  ἡδὺ ποτὸν πίνων καὶ μʼ ᾔτεε δεύτερον αὖτις·\n355  δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲ\n356  αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς·\n357  καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα\n358  οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει·\n359  ἀλλὰ τόδʼ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.\n360  ὣς φάτʼ, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον.\n361  τρὶς μὲν ἔδωκα φέρων, τρὶς δʼ ἔκπιεν ἀφραδίῃσιν.\n362  αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,\n363  καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι·\n364  Κύκλωψ, εἰρωτᾷς μʼ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ τοι\n365  ἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης.\n366  Οὖτις ἐμοί γʼ ὄνομα· Οὖτιν δέ με κικλήσκουσι\n367  μήτηρ ἠδὲ πατὴρ ἠδʼ ἄλλοι πάντες ἑταῖροι.\n368  ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ·\n369  Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν,\n370  τοὺς δʼ ἄλλους πρόσθεν· τὸ δέ τοι ξεινήιον ἔσται.\n371  ἦ καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα\n372  κεῖτʼ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος\n373  ᾕρει πανδαμάτωρ· φάρυγος δʼ ἐξέσσυτο οἶνος\n374  ψωμοί τʼ ἀνδρόμεοι· ὁ δʼ ἐρεύγετο οἰνοβαρείων.\n375  καὶ τότʼ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς,\n376  ἧος θερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρους\n377  θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.\n378  ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν\n379  ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς,\n380  καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροι\n381  ἵσταντʼ· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.\n382  οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ,\n383  ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶς\n384  δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ\n385  τρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντι\n386  ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.\n387  ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες\n388  δινέομεν, τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα.\n389  πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ\n390  γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.\n391  ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον\n392  εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα\n393  φαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν\n394  ὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.\n395  σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη,\n396  ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ ὁ μοχλὸν\n397  ἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.\n398  τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,\n399  αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶς\n400  ᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας.\n401  οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,\n402  ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι·\n403  τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ ἐβόησας\n404  νύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;\n405  ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;\n406  ἦ μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;\n407  τοὺς δʼ αὖτʼ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος·\n408  ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.\n409  οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον·\n410  εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα,\n411  νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι,\n412  ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.\n413  ὣς ἄρʼ ἔφαν ἀπιόντες, ἐμὸν δʼ ἐγέλασσε φίλον κῆρ,\n414  ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.\n415  Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι\n416  χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων,\n417  αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,\n418  εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε·\n419  οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι.\n420  αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο,\n421  εἴ τινʼ ἑταίροισιν θανάτου λύσιν ἠδʼ ἐμοὶ αὐτῷ\n422  εὑροίμην· πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον\n423  ὥς τε περὶ ψυχῆς· μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.\n424  ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.\n425  ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι,\n426  καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες·\n427  τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν,\n428  τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς,\n429  σύντρεις αἰνύμενος· ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε,\n430  τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.\n431  τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον· αὐτὰρ ἐγώ γε—\n432  ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων,\n433  τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶς\n434  κείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο\n435  νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.\n436  ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.\n437  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\n438  καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα,\n439  θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς·\n440  οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δʼ ὀδύνῃσι κακῇσι\n441  τειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶτα\n442  ὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν,\n443  ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο.\n444  ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε\n445  λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι.\n446  τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος·\n447  κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων\n448  ὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,\n449  ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίης\n450  μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις,\n451  πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι\n452  ἑσπέριος· νῦν αὖτε πανύστατος. ἦ σύ γʼ ἄνακτος\n453  ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε\n454  σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ,\n455  Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον.\n456  εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο\n457  εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει·\n458  τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ\n459  θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κʼ ἐμὸν κῆρ\n460  λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.\n461  ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.\n462  ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς\n463  πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους.\n464  καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,\n465  πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆα\n466  ἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,\n467  οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.\n468  ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ,\n469  κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα\n470  πόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.\n471  οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,\n472  ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.\n473  ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,\n474  καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι·\n475  Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους\n476  ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.\n477  καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,\n478  σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ\n479  ἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.\n480  ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι μᾶλλον,\n481  ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,\n482  κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο\n483  τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι,\n484  ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·\n485  τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,\n486  πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.\n487  αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν\n488  ὦσα παρέξ, ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσα\n489  ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν,\n490  κρατὶ κατανεύων· οἱ δὲ προπεσόντες ἔρεσσον.\n491  ἀλλʼ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν,\n492  καὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμφὶ δʼ ἑταῖροι\n493  μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·\n494  σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα;\n495  ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα\n496  αὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι.\n497  εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε,\n498  σύν κεν ἄραξʼ ἡμέων κεφαλὰς καὶ νήια δοῦρα\n499  μαρμάρῳ ὀκριόεντι βαλών· τόσσον γὰρ ἵησιν.\n500  ὣς φάσαν, ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν,\n501  ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ·\n502  Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων\n503  ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν,\n504  φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι,\n505  υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.\n506  ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·\n507  ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει.\n508  ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε,\n509  Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο\n510  καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν·\n511  ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω,\n512  χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς.\n513  ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην\n514  ἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν·\n515  νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς\n516  ὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ.\n517  ἀλλʼ ἄγε δεῦρʼ, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείω\n518  πομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον·\n519  τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι.\n520  αὐτὸς δʼ, αἴ κʼ ἐθέλῃσʼ, ἰήσεται, οὐδέ τις ἄλλος\n521  οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.\n522  ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n523  αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην\n524  εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,\n525  ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων.\n526  ὣς ἐφάμην, ὁ δʼ ἔπειτα Ποσειδάωνι ἄνακτι\n527  εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·\n528  κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα,\n529  εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι,\n530  δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαι\n531  υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα.\n532  ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι\n533  οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν,\n534  ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους,\n535  νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ.\n536  ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε κυανοχαίτης.\n537  αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας\n538  ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,\n539  κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο\n540  τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.\n541  ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης·\n542  τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.\n543  ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ ἄλλαι\n544  νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι\n545  ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,\n546  νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,\n547  ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.\n548  μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες\n549  δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.\n550  ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι\n551  μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶ\n552  Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,\n553  ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν,\n554  ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι\n555  νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.\n556  ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα\n557  ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·\n558  ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,\n559  δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.\n560  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\n561  δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα\n562  αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·\n563  οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,\n564  ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.\n565  ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,\n566  ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":566}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":10,"language":"grc","text":"1  Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιεν\n2  Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν,\n3  πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος\n4  χάλκεον ἄρρηκτον, λισσὴ δʼ ἀναδέδρομε πέτρη.\n5  τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,\n6  ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες·\n7  ἔνθʼ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.\n8  οἱ δʼ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ\n9  δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,\n10  κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ\n11  ἤματα· νύκτας δʼ αὖτε παρʼ αἰδοίῃς ἀλόχοισιν\n12  εὕδουσʼ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.\n13  καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.\n14  μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,\n15  Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν·\n16  καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.\n17  ἀλλʼ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδʼ ἐκέλευον\n18  πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.\n19  δῶκε δέ μʼ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,\n20  ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα·\n21  κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,\n22  ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν, ὅν κʼ ἐθέλῃσι.\n23  νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ\n24  ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ·\n25  αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,\n26  ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδʼ ἄρʼ ἔμελλεν\n27  ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν.\n28  ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,\n29  τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,\n30  καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες·\n31  ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,\n32  αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ\n33  δῶχʼ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν·\n34  οἱ δʼ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,\n35  καί μʼ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαι\n36  δῶρα παρʼ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.\n37  ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·\n38  ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν\n39  ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.\n40  πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ\n41  ληίδος, ἡμεῖς δʼ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες\n42  οἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες·\n43  καὶ νῦν οἱ τάδʼ ἔδωκε χαριζόμενος φιλότητι\n44  Αἴολος. ἀλλʼ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδʼ ἐστίν,\n45  ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.\n46  ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων·\n47  ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δʼ ἐκ πάντες ὄρουσαν.\n48  τοὺς δʼ αἶψʼ ἁρπάξασα φέρεν πόντονδε θύελλα\n49  κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γε\n50  ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα,\n51  ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ,\n52  ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.\n53  ἀλλʼ ἔτλην καὶ ἔμεινα, καλυψάμενος δʼ ἐνὶ νηὶ\n54  κείμην. αἱ δʼ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ\n55  αὖτις ἐπʼ Αἰολίην νῆσον, στενάχοντο δʼ ἑταῖροι.\n56  ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ,\n57  αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.\n58  αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος,\n59  δὴ τότʼ ἐγὼ κήρυκά τʼ ὀπασσάμενος καὶ ἑταῖρον\n60  βῆν εἰς Αἰόλου κλυτὰ δώματα· τὸν δʼ ἐκίχανον\n61  δαινύμενον παρὰ ᾗ τʼ ἀλόχῳ καὶ οἷσι τέκεσσιν.\n62  ἐλθόντες δʼ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπʼ οὐδοῦ\n63  ἑζόμεθʼ· οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τʼ ἐρέοντο·\n64  πῶς ἦλθες, Ὀδυσεῦ; τίς τοι κακὸς ἔχραε δαίμων;\n65  ἦ μέν σʼ ἐνδυκέως ἀπεπέμπομεν, ὄφρʼ ἀφίκοιο\n66  πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν.\n67  ὣς φάσαν, αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ·\n68  ἄασάν μʼ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος\n69  σχέτλιος. ἀλλʼ ἀκέσασθε, φίλοι· δύναμις γὰρ ἐν ὑμῖν.\n70  ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν,\n71  οἱ δʼ ἄνεῳ ἐγένοντο· πατὴρ δʼ ἠμείβετο μύθῳ·\n72  ἔρρʼ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων·\n73  οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδʼ ἀποπέμπειν\n74  ἄνδρα τόν, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν·\n75  ἔρρε, ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδʼ ἱκάνεις.\n76  ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.\n77  ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.\n78  τείρετο δʼ ἀνδρῶν θυμὸς ὑπʼ εἰρεσίης ἀλεγεινῆς\n79  ἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή.\n80  ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,\n81  ἑβδομάτῃ δʼ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,\n82  Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν\n83  ἠπύει εἰσελάων, ὁ δέ τʼ ἐξελάων ὑπακούει.\n84  ἔνθα κʼ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,\n85  τὸν μὲν βουκολέων, τὸν δʼ ἄργυφα μῆλα νομεύων·\n86  ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.\n87  ἔνθʼ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη\n88  ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,\n89  ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν\n90  ἐν στόματι προύχουσιν, ἀραιὴ δʼ εἴσοδός ἐστιν,\n91  ἔνθʼ οἵ γʼ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.\n92  αἱ μὲν ἄρʼ ἔντοσθεν λιμένος κοίλοιο δέδεντο\n93  πλησίαι· οὐ μὲν γάρ ποτʼ ἀέξετο κῦμά γʼ ἐν αὐτῷ,\n94  οὔτε μέγʼ οὔτʼ ὀλίγον, λευκὴ δʼ ἦν ἀμφὶ γαλήνη·\n95  αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν,\n96  αὐτοῦ ἐπʼ ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας·\n97  ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.\n98  ἔνθα μὲν οὔτε βοῶν οὔτʼ ἀνδρῶν φαίνετο ἔργα,\n99  καπνὸν δʼ οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀίσσοντα.\n100  δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,\n101  οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,\n102  ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας.\n103  οἱ δʼ ἴσαν ἐκβάντες λείην ὁδόν, ᾗ περ ἄμαξαι\n104  ἄστυδʼ ἀφʼ ὑψηλῶν ὀρέων καταγίνεον ὕλην,\n105  κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ,\n106  θυγατέρʼ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο.\n107  ἡ μὲν ἄρʼ ἐς κρήνην κατεβήσετο καλλιρέεθρον\n108  Ἀρτακίην· ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον·\n109  οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τʼ ἐρέοντο\n110  ὅς τις τῶνδʼ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι·\n111  ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.\n112  οἱ δʼ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα\n113  εὗρον, ὅσην τʼ ὄρεος κορυφήν, κατὰ δʼ ἔστυγον αὐτήν.\n114  ἡ δʼ αἶψʼ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,\n115  ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.\n116  αὐτίχʼ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον·\n117  τὼ δὲ δύʼ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.\n118  αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δʼ ἀίοντες\n119  φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,\n120  μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.\n121  οἵ ῥʼ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν\n122  βάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει\n123  ἀνδρῶν τʼ ὀλλυμένων νηῶν θʼ ἅμα ἀγνυμενάων·\n124  ἰχθῦς δʼ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.\n125  ὄφρʼ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,\n126  τόφρα δʼ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ\n127  τῷ ἀπὸ πείσματʼ ἔκοψα νεὸς κυανοπρῴροιο.\n128  αἶψα δʼ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα\n129  ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν·\n130  οἱ δʼ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.\n131  ἀσπασίως δʼ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας\n132  νηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθʼ ὄλοντο.\n133  ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,\n134  ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.\n135  Αἰαίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιε\n136  Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,\n137  αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο·\n138  ἄμφω δʼ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο\n139  μητρός τʼ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.\n140  ἔνθα δʼ ἐπʼ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ\n141  ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.\n142  ἔνθα τότʼ ἐκβάντες δύο τʼ ἤματα καὶ δύο νύκτας\n143  κείμεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.\n144  ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς,\n145  καὶ τότʼ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ\n146  καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,\n147  εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.\n148  ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,\n149  καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,\n150  Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.\n151  μερμήριξα δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν\n152  ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.\n153  ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,\n154  πρῶτʼ ἐλθόντʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης\n155  δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.\n156  ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,\n157  καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,\n158  ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν\n159  ἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης\n160  πιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.\n161  τὸν δʼ ἐγὼ ἐκβαίνοντα κατʼ ἄκνηστιν μέσα νῶτα\n162  πλῆξα· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,\n163  κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.\n164  τῷ δʼ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς\n165  εἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ\n166  εἴασʼ· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,\n167  πεῖσμα δʼ, ὅσον τʼ ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθεν\n168  πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,\n169  βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν\n170  ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπʼ ὤμου\n171  χειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν.\n172  κὰδʼ δʼ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δʼ ἑταίρους\n173  μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·\n174  ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθʼ ἀχνύμενοί περ\n175  εἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ·\n176  ἀλλʼ ἄγετʼ, ὄφρʼ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε,\n177  μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ.\n178  ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο,\n179  ἐκ δὲ καλυψάμενοι παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο\n180  θηήσαντʼ ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν.\n181  αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,\n182  χεῖρας νιψάμενοι τεύχοντʼ ἐρικυδέα δαῖτα.\n183  ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα\n184  ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·\n185  ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,\n186  δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.\n187  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\n188  καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·\n189  κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι·\n190  ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπῃ ζόφος οὐδʼ ὅπῃ ἠώς,\n191  οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν,\n192  οὐδʼ ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσον\n193  εἴ τις ἔτʼ ἔσται μῆτις. ἐγὼ δʼ οὔκ οἴομαι εἶναι.\n194  εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν\n195  νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται·\n196  αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δʼ ἐνὶ μέσσῃ\n197  ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.\n198  ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ\n199  μνησαμένοις ἔργων Λαιστρυγόνος Ἀντιφάταο\n200  Κύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο.\n201  κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες·\n202  ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.\n203  αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους\n204  ἠρίθμεον, ἀρχὸν δὲ μετʼ ἀμφοτέροισιν ὄπασσα·\n205  τῶν μὲν ἐγὼν ἦρχον, τῶν δʼ Εὐρύλοχος θεοειδής.\n206  κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα·\n207  ἐκ δʼ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.\n208  βῆ δʼ ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσʼ ἑταῖροι\n209  κλαίοντες· κατὰ δʼ ἄμμε λίπον γοόωντας ὄπισθεν.\n210  εὗρον δʼ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης\n211  ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ·\n212  ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,\n213  τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακʼ ἔδωκεν.\n214  οὐδʼ οἵ γʼ ὡρμήθησαν ἐπʼ ἀνδράσιν, ἀλλʼ ἄρα τοί γε\n215  οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.\n216  ὡς δʼ ὅτʼ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα\n217  σαίνωσʼ, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ,\n218  ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες\n219  σαῖνον· τοὶ δʼ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.\n220  ἔσταν δʼ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,\n221  Κίρκης δʼ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,\n222  ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων\n223  λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.\n224  τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν,\n225  ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε·\n226  ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸν\n227  καλὸν ἀοιδιάει, δάπεδον δʼ ἅπαν ἀμφιμέμυκεν,\n228  ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον.\n229  ὣς ἄρʼ ἐφώνησεν, τοὶ δὲ φθέγγοντο καλεῦντες.\n230  ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς\n231  καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·\n232  Εὐρύλοχος δʼ ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι.\n233  εἷσεν δʼ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,\n234  ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν\n235  οἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳ\n236  φάρμακα λύγρʼ, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.\n237  αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκʼ ἔπειτα\n238  ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.\n239  οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε\n240  καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ.\n241  ὣς οἱ μὲν κλαίοντες ἐέρχατο, τοῖσι δὲ Κίρκη\n242  πάρ ῥʼ ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείης\n243  ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.\n244  Εὐρύλοχος δʼ αἶψʼ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν\n245  ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.\n246  οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ,\n247  κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσε\n248  δακρυόφιν πίμπλαντο, γόον δʼ ὠίετο θυμός.\n249  ἀλλʼ ὅτε δή μιν πάντες ἀγασσάμεθʼ ἐξερέοντες,\n250  καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον·\n251  ἤιομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμʼ Ὀδυσσεῦ·\n252  εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ\n253  ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.\n254  ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγʼ ἄειδεν,\n255  ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες.\n256  ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς\n257  καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο·\n258  αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι.\n259  οἱ δʼ ἅμʼ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν\n260  ἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.\n261  ὣς ἔφατʼ, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον\n262  ὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα·\n263  τὸν δʼ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.\n264  αὐτὰρ ὅ γʼ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων\n265  καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·\n266  μή μʼ ἄγε κεῖσʼ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ.\n267  οἶδα γάρ, ὡς οὔτʼ αὐτὸς ἐλεύσεαι οὔτε τινʼ ἄλλον\n268  ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον\n269  φεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.\n270  ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n271  Εὐρύλοχʼ, ἦ τοι μὲν σὺ μένʼ αὐτοῦ τῷδʼ ἐνὶ χώρῳ\n272  ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ·\n273  αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη.\n274  ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.\n275  ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας\n276  Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,\n277  ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν\n278  ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,\n279  πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·\n280  ἔν τʼ ἄρα μοι φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·\n281  πῇ δὴ αὖτʼ, ὦ δύστηνε, διʼ ἄκριας ἔρχεαι οἶος,\n282  χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδʼ ἐνὶ Κίρκης\n283  ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.\n284  ἦ τοὺς λυσόμενος δεῦρʼ ἔρχεαι; οὐδέ σέ φημι\n285  αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γʼ, ἔνθα περ ἄλλοι.\n286  ἀλλʼ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω.\n287  τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης\n288  ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.\n289  πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης.\n290  τεύξει τοι κυκεῶ, βαλέει δʼ ἐν φάρμακα σίτῳ.\n291  ἀλλʼ οὐδʼ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσει\n292  φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.\n293  ὁππότε κεν Κίρκη σʼ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,\n294  δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ\n295  Κίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων.\n296  ἡ δέ σʼ ὑποδείσασα κελήσεται εὐνηθῆναι·\n297  ἔνθα σὺ μηκέτʼ ἔπειτʼ ἀπανήνασθαι θεοῦ εὐνήν,\n298  ὄφρα κέ τοι λύσῃ θʼ ἑτάρους αὐτόν τε κομίσσῃ·\n299  ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι,\n300  μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,\n301  μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.\n302  ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης\n303  ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε.\n304  ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·\n305  μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τʼ ὀρύσσειν\n306  ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται.\n307  Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον\n308  νῆσον ἀνʼ ὑλήεσσαν, ἐγὼ δʼ ἐς δώματα Κίρκης\n309  ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.\n310  ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο·\n311  ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.\n312  ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς\n313  καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.\n314  εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου\n315  καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·\n316  τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι,\n317  ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσʼ ἐνὶ θυμῷ.\n318  αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μʼ ἔθελξε,\n319  ῥάβδῳ πεπληγυῖα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·\n320  ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων.\n321  ὣς φάτʼ, ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ\n322  Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.\n323  ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,\n324  καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·\n325  τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;\n326  θαῦμά μʼ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθης·\n327  οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʼ ἀνέτλη,\n328  ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.\n329  σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.\n330  ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ\n331  φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης,\n332  ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.\n333  ἀλλʼ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δʼ ἔπειτα\n334  εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε\n335  εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.\n336  ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n337  ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι,\n338  ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,\n339  αὐτὸν δʼ ἐνθάδʼ ἔχουσα δολοφρονέουσα κελεύεις\n340  ἐς θάλαμόν τʼ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,\n341  ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.\n342  οὐδʼ ἂν ἐγώ γʼ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,\n343  εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι\n344  μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.\n345  ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀπώμνυεν, ὡς ἐκέλευον.\n346  αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,\n347  καὶ τότʼ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.\n348  ἀμφίπολοι δʼ ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο\n349  τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι·\n350  γίγνονται δʼ ἄρα ταί γʼ ἔκ τε κρηνέων ἀπό τʼ ἀλσέων\n351  ἔκ θʼ ἱερῶν ποταμῶν, οἵ τʼ εἰς ἅλαδε προρέουσι.\n352  τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ\n353  πορφύρεα καθύπερθʼ, ὑπένερθε δὲ λῖθʼ ὑπέβαλλεν·\n354  ἡ δʼ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας\n355  ἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια·\n356  ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα\n357  ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα·\n358  ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε\n359  πολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δʼ ὕδωρ.\n360  αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,\n361  ἔς ῥʼ ἀσάμινθον ἕσασα λόʼ ἐκ τρίποδος μεγάλοιο,\n362  θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,\n363  ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.\n364  αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,\n365  ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,\n366  εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου\n367  καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·\n368  χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα\n369  καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,\n370  νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.\n371  σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,\n372  εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.\n373  ἐσθέμεναι δʼ ἐκέλευεν· ἐμῷ δʼ οὐχ ἥνδανε θυμῷ,\n374  ἀλλʼ ἥμην ἀλλοφρονέων, κακὰ δʼ ὄσσετο θυμός.\n375  Κίρκη δʼ ὡς ἐνόησεν ἔμʼ ἥμενον οὐδʼ ἐπὶ σίτῳ\n376  χεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα,\n377  ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα·\n378  τίφθʼ οὕτως, Ὀδυσεῦ, κατʼ ἄρʼ ἕζεαι ἶσος ἀναύδῳ,\n379  θυμὸν ἔδων, βρώμης δʼ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;\n380  ἦ τινά που δόλον ἄλλον ὀίεαι· οὐδέ τί σε χρὴ\n381  δειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.\n382  ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n383  ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,\n384  πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,\n385  πρὶν λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;\n386  ἀλλʼ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις,\n387  λῦσον, ἵνʼ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.\n388  ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει\n389  ῥάβδον ἔχουσʼ ἐν χειρί, θύρας δʼ ἀνέῳξε συφειοῦ,\n390  ἐκ δʼ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.\n391  οἱ μὲν ἔπειτʼ ἔστησαν ἐναντίοι, ἡ δὲ διʼ αὐτῶν\n392  ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.\n393  τῶν δʼ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε\n394  φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη·\n395  ἄνδρες δʼ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν,\n396  καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.\n397  ἔγνωσαν δέ μʼ ἐκεῖνοι ἔφυν τʼ ἐν χερσὶν ἕκαστος.\n398  πᾶσιν δʼ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα\n399  σμερδαλέον κονάβιζε· θεὰ δʼ ἐλέαιρε καὶ αὐτή.\n400  ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·\n401  διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,\n402  ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.\n403  νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,\n404  κτήματα δʼ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα·\n405  αὐτὸς δʼ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.\n406  ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ,\n407  βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.\n408  εὗρον ἔπειτʼ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους\n409  οἴκτρʼ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.\n410  ὡς δʼ ὅτʼ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,\n411  ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,\n412  πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδʼ ἔτι σηκοὶ\n413  ἴσχουσʼ, ἀλλʼ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι·\n414  μητέρας· ὣς ἔμʼ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,\n415  δακρυόεντες ἔχυντο· δόκησε δʼ ἄρα σφίσι θυμὸς\n416  ὣς ἔμεν, ὡς εἰ πατρίδʼ ἱκοίατο καὶ πόλιν αὐτὴν\n417  τρηχείης Ἰθάκης, ἵνα τʼ ἔτραφεν ἠδʼ ἐγένοντο.\n418  καί μʼ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων·\n419  σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν,\n420  ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν·\n421  ἀλλʼ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.\n422  ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι·\n423  νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,\n424  κτήματα δʼ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα·\n425  αὐτοὶ δʼ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,\n426  ὄφρα ἴδηθʼ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης\n427  πίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν.\n428  ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.\n429  Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους·\n430  καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n431  ἆ δειλοί, πόσʼ ἴμεν; τί κακῶν ἱμείρετε τούτων;\n432  Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας\n433  ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,\n434  οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,\n435  ὥς περ Κύκλωψ ἔρξʼ, ὅτε οἱ μέσσαυλον ἵκοντο\n436  ἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς·\n437  τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.\n438  ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,\n439  σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,\n440  τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι,\n441  καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μʼ ἑταῖροι\n442  μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·\n443  διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις,\n444  αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι·\n445  ἡμῖν δʼ ἡγεμόνευʼ ἱερὰ πρὸς δώματα Κίρκης.\n446  ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.\n447  οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο,\n448  ἀλλʼ ἕπετʼ· ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.\n449  τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη\n450  ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,\n451  ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας·\n452  δαινυμένους δʼ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.\n453  οἱ δʼ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τʼ ἐσάντα,\n454  κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.\n455  ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων·\n457  μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ αὐτὴ\n458  ἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι,\n459  ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου.\n460  ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,\n461  εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,\n462  οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν\n463  τρηχείης Ἰθάκης. νῦν δʼ ἀσκελέες καὶ ἄθυμοι,\n464  αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθʼ ὕμιν\n465  θυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.\n466  ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.\n467  ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν\n468  ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·\n469  ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι\n470  μηνῶν φθινόντων, περὶ δʼ ἤματα μακρὰ τελέσθη,\n471  καὶ τότε μʼ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι·\n472  δαιμόνιʼ, ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης,\n473  εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι\n474  οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.\n475  ὣς ἔφαν, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.\n476  ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα\n477  ἥμεθα, δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·\n478  ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,\n479  οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.\n480  αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς\n481  γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς·\n482  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·\n483  ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης,\n484  οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη,\n485  ἠδʼ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ\n486  ἀμφʼ ἔμʼ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.\n487  ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·\n488  διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,\n489  μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.\n490  ἀλλʼ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι\n491  εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης,\n492  ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,\n493  μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι·\n494  τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια,\n495  οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.\n496  ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ·\n497  κλαῖον δʼ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρ\n498  ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.\n499  αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τʼ ἐκορέσθην,\n500  καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον·\n501  ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;\n502  εἰς Ἄϊδος δʼ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.\n503  ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·\n504  διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,\n505  μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,\n506  ἱστὸν δὲ στήσας, ἀνά θʼ ἱστία λευκὰ πετάσσας\n507  ἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν.\n508  ἀλλʼ ὁπότʼ ἂν δὴ νηὶ διʼ Ὠκεανοῖο περήσῃς,\n509  ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης,\n510  μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,\n511  νῆα μὲν αὐτοῦ κέλσαι ἐπʼ Ὠκεανῷ βαθυδίνῃ,\n512  αὐτὸς δʼ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα.\n513  ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν\n514  Κώκυτός θʼ, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,\n515  πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων·\n516  ἔνθα δʼ ἔπειθʼ, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω,\n517  βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,\n518  ἀμφʼ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν,\n519  πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,\n520  τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν.\n521  πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,\n522  ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,\n523  ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,\n524  Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ\n525  παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.\n526  αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,\n527  ἔνθʼ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν\n528  εἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι\n529  ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ\n530  ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.\n531  δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι\n532  μῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,\n533  δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,\n534  ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·\n535  αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ\n536  ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα\n537  αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.\n538  ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,\n539  ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου\n540  νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.\n541  ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.\n542  ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν·\n543  αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,\n544  λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ\n545  καλὴν χρυσείην, κεφαλῇ δʼ ἐπέθηκε καλύπτρην.\n546  αὐτὰρ ἐγὼ διὰ δώματʼ ἰὼν ὤτρυνον ἑταίρους\n547  μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·\n548  μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,\n549  ἀλλʼ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.\n550  ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.\n551  οὐδὲ μὲν οὐδʼ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.\n552  Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην\n553  ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς·\n554  ὅς μοι ἄνευθʼ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,\n555  ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων.\n556  κινυμένων δʼ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας\n557  ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν\n558  ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,\n559  ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴν\n560  ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθεν.\n561  ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον·\n562  φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν\n563  ἔρχεσθʼ· ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη,\n564  εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης\n565  ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.\n566  ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,\n567  ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό τε χαίτας·\n568  ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.\n569  ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης\n570  ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες,\n571  τόφρα δʼ ἄρʼ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ\n572  ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν,\n573  ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλοντα\n574  ὀφθαλμοῖσιν ἴδοιτʼ ἢ ἔνθʼ ἢ ἔνθα κιόντα;","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":573}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":11,"language":"grc","text":"1  αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,\n2  νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,\n3  ἐν δʼ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ,\n4  ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ\n5  βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.\n6  ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο\n7  ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,\n8  Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.\n9  ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα\n10  ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.\n11  τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης·\n12  δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.\n13  ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο.\n14  ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,\n15  ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺς\n16  ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,\n17  οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,\n18  οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται,\n19  ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.\n20  νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα\n21  εἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖο\n22  ᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη.\n23  ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε\n24  ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ\n25  βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,\n26  ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,\n27  πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,\n28  τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον.\n29  πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,\n30  ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,\n31  ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν,\n32  Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ\n33  παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.\n34  τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,\n35  ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα\n36  ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο\n37  ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.\n38  νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες\n39  παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,\n40  πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,\n41  ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες·\n42  οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος\n43  θεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.\n44  δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα\n45  μῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ,\n46  δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,\n47  ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·\n48  αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ\n49  ἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνα\n50  αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.\n51  πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου·\n52  οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης·\n53  σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς\n54  ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.\n55  τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,\n56  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·\n57  Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;\n58  ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.\n59  ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ·\n60  διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,\n61  ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.\n62  Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα\n63  ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,\n64  ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν\n65  ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε.\n66  νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,\n67  πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,\n68  Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες·\n69  οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο\n70  νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα·\n71  ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.\n72  μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν\n73  νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,\n74  ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν,\n75  σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,\n76  ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.\n77  ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν,\n78  τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν.\n79  ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n80  ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.\n81  νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν\n82  ἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων,\n83  εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν·\n84  ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,\n85  Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,\n86  τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.\n87  τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·\n88  ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,\n89  αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.\n90  ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο\n91  χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν·\n92  διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,\n93  τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο\n94  ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;\n95  ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,\n96  αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.\n97  ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλον\n98  κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν,\n99  καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·\n100  νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·\n101  τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω\n102  λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ\n103  χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.\n104  ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,\n105  αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,\n106  ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα\n107  Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,\n108  βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα\n109  Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.\n110  τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,\n111  καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·\n112  εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,\n113  νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,\n114  ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,\n115  νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ,\n116  ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι\n117  μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.\n118  ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·\n119  αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι\n120  κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,\n121  ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,\n122  εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν\n123  ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·\n124  οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους\n125  οὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.\n126  σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει·\n127  ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης\n128  φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,\n129  καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,\n130  ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,\n131  ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,\n132  οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας\n133  ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,\n134  πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ\n135  ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ\n136  γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ\n137  ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.\n138  ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n139  Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.\n140  ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·\n141  μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης·\n142  ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸν\n143  ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.\n144  εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;\n145  ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·\n146  ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.\n147  ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων\n148  αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·\n149  ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.\n150  ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω\n151  Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν·\n152  αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρ\n153  ἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω,\n154  καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·\n155  τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα\n156  ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.\n157  μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,\n158  Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι\n159  πεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.\n160  ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνεις\n161  νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες\n162  εἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;\n163  ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n164  μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαο\n165  ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·\n166  οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς\n167  γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,\n168  ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳ\n169  Ἴλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.\n170  ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·\n171  τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;\n172  ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιρα\n173  οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;\n174  εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,\n175  ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη\n176  ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι.\n177  εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,\n178  ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει\n179  ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.\n180  ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·\n181  καὶ λίην κείνη γε μένει τετληότι θυμῷ\n182  σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ\n183  φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.\n184  σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος\n185  Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας\n186  δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν·\n187  πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει\n188  ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶ\n189  δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,\n190  ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,\n191  ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·\n192  αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη,\n193  πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο\n194  φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.\n195  ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει\n196  σὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει.\n197  οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·\n198  οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα\n199  οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,\n200  οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα\n201  τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν·\n202  ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ,\n203  σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.\n204  ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ μερμηρίξας\n205  μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.\n206  τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,\n207  τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ\n208  ἔπτατʼ. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,\n209  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·\n210  μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν μεμαῶτα,\n211  ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε\n212  ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;\n213  ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνεια\n214  ὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;\n215  ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·\n216  ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,\n217  οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,\n218  ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν·\n219  οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,\n220  ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο\n221  δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός,\n222  ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται.\n223  ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα\n224  ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.\n225  νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ γυναῖκες\n226  ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,\n227  ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.\n228  αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,\n229  αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.\n230  ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·\n231  σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ\n232  οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.\n233  αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη\n234  ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας.\n235  ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,\n236  ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,\n237  φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο·\n238  ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο,\n239  ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,\n240  καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.\n241  τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος\n242  ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος·\n243  πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,\n244  κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.\n245  λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν.\n246  αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,\n247  ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·\n248  χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ ἐνιαυτοῦ\n249  τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ\n250  ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.\n251  νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς·\n252  αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.\n253  ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.\n254  ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,\n255  τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην\n256  ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ\n257  ναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι.\n258  τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,\n259  Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην.\n260  τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,\n261  ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,\n262  καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε,\n263  οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,\n264  πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο\n265  ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.\n266  τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν,\n267  ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα\n268  γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα·\n269  καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,\n270  τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.\n271  μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,\n272  ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο\n273  γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας\n274  γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.\n275  ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων\n276  Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς·\n277  ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,\n278  ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου,\n279  ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω\n280  πολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.\n281  καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς\n282  γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,\n283  ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,\n284  ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν·\n285  ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,\n286  Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον.\n287  τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,\n288  τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς\n289  τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους\n290  ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης\n291  ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων\n292  ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,\n293  δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.\n294  ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο\n295  ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,\n296  καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,\n297  θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή.\n298  καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,\n299  ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,\n300  Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,\n301  τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα·\n302  οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες\n303  ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε\n304  τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.\n305  τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν\n306  εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,\n307  καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην,\n308  Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην,\n309  οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα\n310  καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα·\n311  ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν\n312  εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.\n313  οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ\n314  φυλόπιδα στήσειν πολυάικος πολέμοιο.\n315  Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ\n316  Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη.\n317  καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο·\n318  ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,\n319  ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους\n320  ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.\n321  Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην,\n322  κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς\n323  ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων\n324  ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα\n325  Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.\n326  Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ Ἐριφύλην,\n327  ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.\n328  πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,\n329  ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας·\n330  πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρη\n331  εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους\n332  ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.\n333  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,\n334  κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.\n335  τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.\n336  Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι\n337  εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;\n338  ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς·\n339  τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα\n340  οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν\n341  κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.\n342  τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,\n343  ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·\n344  ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης\n345  μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.\n346  Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.\n347  τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·\n348  τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε\n349  ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·\n350  ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων\n351  ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν\n352  δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει\n353  πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.\n354  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n355  Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,\n356  εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʼ αὐτόθι μίμνειν,\n357  πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,\n358  καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,\n359  πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι·\n360  καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην\n361  πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.\n362  τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·\n363  ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες,\n364  ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς\n365  βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,\n366  ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο·\n367  σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.\n368  μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας,\n369  πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά.\n370  ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,\n371  εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ\n372  Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.\n373  νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη\n374  εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.\n375  καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ\n376  τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.\n377  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n378  Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,\n379  ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου·\n380  εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε\n381  τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν,\n382  κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,\n383  οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,\n384  ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός.\n385  αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ\n386  ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,\n387  ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο\n388  ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ\n389  οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.\n390  ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν·\n391  κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,\n392  πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων·\n393  ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,\n394  οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.\n395  τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,\n396  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·\n397  Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,\n398  τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;\n399  ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν\n400  ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;\n401  ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου\n402  βοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά,\n403  ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;\n404  ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·\n405  διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,\n406  οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν\n407  ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,\n408  οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου,\n409  ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε\n410  ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας,\n411  δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.\n412  ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δʼ ἄλλοι ἑταῖροι\n413  νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες,\n414  οἵ ῥά τʼ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο\n415  ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ.\n416  ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας,\n417  μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ·\n418  ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ,\n419  ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας\n420  κείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.\n421  οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,\n422  Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις\n423  ἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων\n424  βάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπις\n425  νοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο\n426  χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι.\n427  ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,\n428  ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·\n429  οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,\n430  κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε\n431  ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν\n432  οἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖα\n433  οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω\n434  θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.\n435  ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n436  ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς\n437  ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς\n438  ἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί,\n439  σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.\n440  ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·\n441  τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι·\n442  μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς,\n443  ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.\n444  ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·\n445  λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε\n446  κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.\n447  ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς\n448  ἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ\n449  νήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ,\n450  ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,\n451  καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.\n452  ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις\n453  ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.\n454  ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·\n455  κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν\n456  νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.\n457  ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,\n458  εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,\n459  ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,\n460  ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·\n461  οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.\n462  ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n463  Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,\n464  ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.\n465  νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν\n466  ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες·\n467  ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος\n468  καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο\n469  Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε\n470  τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.\n471  ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο\n472  καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·\n473  διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,\n474  σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;\n475  πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ\n476  ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;\n477  ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n478  ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν,\n479  ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν\n480  εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·\n481  οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς\n482  γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ,\n483  οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.\n484  πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν\n485  Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν\n486  ἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.\n487  ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·\n488  μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.\n489  βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,\n490  ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,\n491  ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.\n492  ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,\n493  ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.\n494  εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,\n495  ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,\n496  ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε,\n497  οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.\n498  οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο,\n499  τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ\n500  πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·\n501  εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·\n502  τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,\n503  οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.\n504  ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n505  ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,\n506  αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο\n507  πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·\n508  αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης\n509  ἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.\n510  ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,\n511  αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·\n512  Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.\n513  αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,\n514  οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ,\n515  ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,\n516  πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.\n517  πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,\n518  ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,\n519  ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,\n520  ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι\n521  Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.\n522  κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.\n523  αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός,\n524  Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο,\n525  ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι,\n526  ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες\n527  δάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου·\n528  κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν\n529  οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν\n530  δάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευεν\n531  ἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπην\n532  καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.\n533  ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,\n534  μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν\n535  ἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷ\n536  οὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ\n537  γίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.\n538  ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο\n539  φοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα,\n540  γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.\n541  αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων\n542  ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη.\n543  οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο\n544  νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,\n545  τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ\n546  τεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ.\n547  παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.\n548  ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ·\n549  τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν,\n550  Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτο\n551  τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.\n552  τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν·\n553  Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ ἔμελλες\n554  οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων\n555  οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,\n556  τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶ\n557  ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο\n558  ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος\n559  αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων\n560  ἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν.\n561  ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς\n562  ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.\n563  ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ ἄλλας\n564  ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.\n565  ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν·\n566  ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι\n567  τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.\n568  ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,\n569  χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,\n570  ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,\n571  ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ.\n572  τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησα\n573  θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα,\n574  τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι\n575  χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.\n576  καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,\n577  κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα,\n578  γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,\n579  δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί·\n580  Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,\n581  Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.\n582  καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα\n583  ἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ·\n584  στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι·\n585  ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων,\n586  τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ\n587  γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.\n588  δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,\n589  ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι\n590  συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι·\n591  τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,\n592  τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.\n593  καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα\n594  λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.\n595  ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε\n596  λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλʼ ὅτε μέλλοι\n597  ἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς·\n598  αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.\n599  αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼς\n600  ἔρρεεν ἐκ μελέων, κονίη δʼ ἐκ κρατὸς ὀρώρει.\n601  τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην,\n602  εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι\n603  τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,\n604  παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.\n605  ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,\n606  πάντοσʼ ἀτυζομένων· ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικώς,\n607  γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν,\n608  δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.\n609  σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ\n610  χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,\n611  ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,\n612  ὑσμῖναί τε μάχαι τε φόνοι τʼ ἀνδροκτασίαι τε.\n613  μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο,\n614  ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.\n615  ἔγνω δʼ αὖτʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν,\n616  καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·\n617  διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,\n618  ἆ δείλʼ, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,\n619  ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο.\n620  Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺν\n621  εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ\n622  δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.\n623  καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ· οὐ γὰρ ἔτʼ ἄλλον\n624  φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον·\n625  τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο·\n626  Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.\n627  ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,\n628  αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοι\n629  ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.\n630  καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ,\n631  Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·\n632  ἀλλὰ πρὶν ἐπὶ ἔθνεʼ ἀγείρετο μυρία νεκρῶν\n633  ἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,\n634  μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου\n635  ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια.\n636  αὐτίκʼ ἔπειτʼ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους\n637  αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.\n638  οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.\n639  τὴν δὲ κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,\n640  πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":640}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":12,"language":"grc","text":"1  αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο\n2  νηῦς, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο\n3  νῆσόν τʼ Αἰαίην, ὅθι τʼ Ἠοῦς ἠριγενείης\n4  οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο,\n5  νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,\n6  ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης·\n7  ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.\n8  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\n9  δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης\n10  οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα.\n11  φιτροὺς δʼ αἶψα ταμόντες, ὅθʼ ἀκροτάτη πρόεχʼ ἀκτή,\n12  θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.\n13  αὐτὰρ ἐπεὶ νεκρός τʼ ἐκάη καὶ τεύχεα νεκροῦ,\n14  τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες\n15  πήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν.\n16  ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδʼ ἄρα Κίρκην\n17  ἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλʼ ὦκα\n18  ἦλθʼ ἐντυναμένη· ἅμα δʼ ἀμφίπολοι φέρον αὐτῇ\n19  σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.\n20  ἡ δʼ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·\n21  σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμʼ Ἀίδαο,\n22  δισθανέες, ὅτε τʼ ἄλλοι ἅπαξ θνῄσκουσʼ ἄνθρωποι.\n23  ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον\n24  αὖθι πανημέριοι· ἅμα δʼ ἠοῖ φαινομένηφι\n25  πλεύσεσθʼ· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα\n26  σημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ\n27  ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.\n28  ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.\n29  ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα\n30  ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·\n31  ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,\n32  οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,\n33  ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων\n34  εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·\n35  αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.\n36  καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα πότνια Κίρκη·\n37  ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δʼ ἄκουσον,\n38  ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.\n39  Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας\n40  ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται.\n41  ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ\n42  Σειρήνων, τῷ δʼ οὔ τι γυνὴ καὶ νήπια τέκνα\n43  οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,\n44  ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ\n45  ἥμεναι ἐν λειμῶνι, πολὺς δʼ ἀμφʼ ὀστεόφιν θὶς\n46  ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι.\n47  ἀλλὰ παρεξελάαν, ἐπὶ δʼ οὔατʼ ἀλεῖψαι ἑταίρων\n48  κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ\n49  τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κʼ ἐθέλῃσθα,\n50  δησάντων σʼ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε\n51  ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω,\n52  ὄφρα κε τερπόμενος ὄπʼ ἀκούσῃς Σειρήνοιιν.\n53  εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,\n54  οἱ δέ σʼ ἔτι πλεόνεσσι τότʼ ἐν δεσμοῖσι διδέντων.\n55  αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι,\n56  ἔνθα τοι οὐκέτʼ ἔπειτα διηνεκέως ἀγορεύσω,\n57  ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς\n58  θυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν.\n59  ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δʼ αὐτὰς\n60  κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·\n61  Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.\n62  τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι\n63  τρήρωνες, ταί τʼ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,\n64  ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη·\n65  ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.\n66  τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,\n67  ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν\n68  κύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι.\n69  οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,\n70  Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα.\n71  καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,\n72  ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.\n73  οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει\n74  ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε\n75  κυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρη\n76  κείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ.\n77  οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη,\n78  οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν·\n79  πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.\n80  μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,\n81  πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς\n82  νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ.\n83  οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ\n84  τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.\n85  ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.\n86  τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς\n87  γίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν\n88  γηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν.\n89  τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,\n90  ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ\n91  σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες\n92  πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.\n93  μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,\n94  ἔξω δʼ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,\n95  αὐτοῦ δʼ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,\n96  δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι\n97  κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.\n98  τῇ δʼ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται\n99  παρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳ\n100  φῶτʼ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.\n101  τὸν δʼ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ.\n102  πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.\n103  τῷ δʼ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς·\n104  τῷ δʼ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.\n105  τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ\n106  δεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν·\n107  οὐ γάρ κεν ῥύσαιτό σʼ ὑπὲκ κακοῦ οὐδʼ ἐνοσίχθων.\n108  ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα\n109  νῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν\n110  ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας.\n111  ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·\n112  εἰ δʼ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,\n113  εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,\n114  τὴν δέ κʼ ἀμυναίμην, ὅτε μοι σίνοιτό γʼ ἑταίρους.\n115  ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων·\n116  σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε\n117  καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;\n118  ἡ δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι,\n119  δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν·\n120  οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς.\n121  ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,\n122  δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι\n123  τόσσῃσιν κεφαλῇσι, τόσους δʼ ἐκ φῶτας ἕληται.\n124  ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,\n125  μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν·\n126  ἥ μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.\n127  Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶ\n128  βόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,\n129  ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά,\n130  πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν,\n131  οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν,\n132  νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,\n133  ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.\n134  τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ\n135  Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,\n136  μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.\n137  τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,\n138  ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·\n139  εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον,\n140  νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,\n141  ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.\n142  ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.\n143  ἡ μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων·\n144  αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους\n145  αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι·\n146  οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.\n147  ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.\n148  ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο\n149  ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,\n150  Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.\n151  αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα\n152  ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε.\n153  δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·\n154  ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους\n155  θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων·\n156  ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν\n157  ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.\n158  Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων\n159  φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα.\n160  οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ\n161  δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω,\n162  ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω.\n163  εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,\n164  ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν.\n165  ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον·\n166  τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς\n167  νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων.\n168  αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη\n169  ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.\n170  ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο\n171  καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ\n172  ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.\n173  αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ\n174  τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον·\n175  αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς\n176  Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος·\n177  ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα.\n178  οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε\n179  ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον·\n180  αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.\n181  ἀλλʼ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,\n182  ῥίμφα διώκοντες, τὰς δʼ οὐ λάθεν ὠκύαλος νηῦς\n183  ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν·\n184  δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,\n185  νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.\n186  οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,\n187  πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι,\n188  ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.\n189  ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ\n190  Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,\n191  ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.\n192  ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ\n193  ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους\n194  ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον.\n195  αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε\n196  πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.\n197  αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα\n198  φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς,\n199  αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,\n200  ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν.\n201  ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκʼ ἔπειτα\n202  καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.\n203  τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατʼ ἐρετμά,\n204  βόμβησαν δʼ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δʼ αὐτοῦ\n205  νηῦς, ἐπεὶ οὐκέτʼ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.\n206  αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους\n207  μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·\n208  ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν·\n209  οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ\n210  εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν·\n211  ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε,\n212  ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.\n213  νῦν δʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.\n214  ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν\n215  τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς\n216  δώῃ τόνδε γʼ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·\n217  σοὶ δέ, κυβερνῆθʼ, ὧδʼ ἐπιτέλλομαι· ἀλλʼ ἐνὶ θυμῷ\n218  βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.\n219  τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε\n220  νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι\n221  κεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.\n222  ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.\n223  Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,\n224  μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι\n225  εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.\n226  καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς\n227  λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι·\n228  αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε\n229  μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον\n230  πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι\n231  Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν.\n232  οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε\n233  πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.\n234  ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·\n235  ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις\n236  δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.\n237  ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ\n238  πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη\n239  ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν·\n240  ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,\n241  πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη\n242  δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε\n243  ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.\n244  ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·\n245  τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους\n246  ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.\n247  σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους\n248  ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν\n249  ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες\n250  ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.\n251  ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ\n252  ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων\n253  ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,\n254  ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε,\n255  ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·\n256  αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας\n257  χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι·\n258  οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι\n259  πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.\n260  αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν\n261  Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον\n262  ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,\n263  πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο.\n264  δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ\n265  μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων\n266  οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ\n267  μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,\n268  Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε\n269  νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.\n270  δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·\n271  κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,\n272  ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο\n273  Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε\n274  νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο·\n275  ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.\n276  ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.\n277  ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.\n278  αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ·\n279  σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα\n280  κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,\n281  ὅς ῥʼ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ\n282  οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε\n283  νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,\n284  ἀλλʼ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας\n285  νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ.\n286  ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί, δηλήματα νηῶν,\n287  γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,\n288  ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,\n289  ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα\n290  νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων.\n291  ἀλλʼ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ\n292  δόρπον θʼ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες,\n293  ἠῶθεν δʼ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.\n294  ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.\n295  καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων,\n296  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·\n297  Εὐρύλοχʼ, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.\n298  ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον·\n299  εἴ κέ τινʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγʼ οἰῶν\n300  εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν\n301  ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι\n302  ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.\n303  ὣς ἐφάμην, οἱ δʼ αὐτίκʼ ἀπώμνυον, ὡς ἐκέλευον.\n304  αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,\n305  στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα\n306  ἄγχʼ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι\n307  νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.\n308  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\n309  μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,\n310  οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·\n311  κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.\n312  ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,\n313  ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς\n314  λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε\n315  γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ.\n316  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\n317  νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.\n318  ἔνθα δʼ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·\n319  καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον·\n320  ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε\n321  ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν·\n322  δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,\n323  Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.\n324  ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.\n325  μῆνα δὲ πάντʼ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος\n326  γίγνετʼ ἔπειτʼ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.\n327  οἱ δʼ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,\n328  τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.\n329  ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,\n330  καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,\n331  ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο,\n332  γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·\n333  δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν\n334  εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.\n335  ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,\n336  χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο,\n337  ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν·\n338  οἱ δʼ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.\n339  Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς·\n340  κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.\n341  πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,\n342  λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.\n343  ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας\n344  ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.\n345  εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,\n346  αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν\n347  τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.\n348  εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων\n349  νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι,\n350  βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,\n351  ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.\n352  ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.\n353  αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας\n354  ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο\n355  βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·\n356  τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,\n357  φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·\n358  οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.\n359  αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,\n360  μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν\n361  δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.\n362  οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν,\n363  ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.\n364  αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,\n365  μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν.\n366  καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,\n367  βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.\n368  ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,\n369  καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.\n370  οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν·\n371  Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,\n372  ἦ με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.\n373  οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.\n374  ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε\n375  Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.\n376  αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·\n377  Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,\n378  τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,\n379  οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε\n380  χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,\n381  ἠδʼ ὁπότʼ ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτραποίμην.\n382  εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέʼ ἀμοιβήν,\n383  δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.\n384  τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·\n385  Ἠέλιʼ, ἦ τοι μὲν σὺ μετʼ ἀθανάτοισι φάεινε\n386  καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·\n387  τῶν δέ κʼ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ\n388  τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.\n389  ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο·\n390  ἡ δʼ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.\n391  αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,\n392  νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος\n393  εὑρέμεναι δυνάμεσθα, βόες δʼ ἀποτέθνασαν ἤδη.\n394  τοῖσιν δʼ αὐτίκʼ ἔπειτα θεοὶ τέραα προύφαινον·\n395  εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖσι μεμύκει,\n396  ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνή.\n397  ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι\n398  δαίνυντʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας·\n399  ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,\n400  καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,\n401  ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,\n402  ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες.\n403  ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη\n404  φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,\n405  δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων\n406  νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.\n407  ἡ δʼ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθε\n408  κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων,\n409  ἱστοῦ δὲ προτόνους ἔρρηξʼ ἀνέμοιο θύελλα\n410  ἀμφοτέρους· ἱστὸς δʼ ὀπίσω πέσεν, ὅπλα τε πάντα\n411  εἰς ἄντλον κατέχυνθʼ. ὁ δʼ ἄρα πρυμνῇ ἐνὶ νηὶ\n412  πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δʼ ὀστέʼ ἄραξε\n413  πάντʼ ἄμυδις κεφαλῆς· ὁ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς\n414  κάππεσʼ ἀπʼ ἰκριόφιν, λίπε δʼ ὀστέα θυμὸς ἀγήνωρ.\n415  Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·\n416  ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,\n417  ἐν δὲ θεείου πλῆτο, πέσον δʼ ἐκ νηὸς ἑταῖροι.\n418  οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν\n419  κύμασιν ἐμφορέοντο, θεὸς δʼ ἀποαίνυτο νόστον.\n420  αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρʼ ἀπὸ τοίχους\n421  λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,\n422  ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπʼ αὐτῷ\n423  ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·\n424  τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,\n425  ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.\n426  ἔνθʼ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,\n427  ἦλθε δʼ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,\n428  ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.\n429  παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντι\n430  ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.\n431  ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·\n432  αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσʼ ἀερθείς,\n433  τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον\n434  οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτʼ ἐπιβῆναι·\n435  ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δʼ ἔσαν ὄζοι,\n436  μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.\n437  νωλεμέως δʼ ἐχόμην, ὄφρʼ ἐξεμέσειεν ὀπίσσω\n438  ἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθον\n439  ὄψʼ· ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη\n440  κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,\n441  τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.\n442  ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,\n443  μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,\n444  ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.\n445  Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε\n446  εἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.\n447  ἔνθεν δʼ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ\n448  νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ\n449  ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,\n450  ἥ μʼ ἐφίλει τʼ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;\n451  ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ\n452  σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν\n453  αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":453}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":13,"language":"grc","text":"1  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,\n2  κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.\n3  τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·\n4  ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,\n5  ὑψερεφές, τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐω\n6  ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.\n7  ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,\n8  ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον\n9  αἰεὶ πίνετʼ ἐμοῖσιν, ἀκουάζεσθε δʼ ἀοιδοῦ.\n10  εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ\n11  κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα\n12  δῶρʼ, ὅσα Φαιήκων βουληφόροι ἐνθάδʼ ἔνεικαν·\n13  ἀλλʼ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα\n14  ἀνδρακάς· ἡμεῖς δʼ αὖτε ἀγειρόμενοι κατὰ δῆμον\n15  τισόμεθʼ· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.\n16  ὣς ἔφατʼ Ἀλκίνοος, τοῖσιν δʼ ἐπιὴνδανε μῦθος.\n17  οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,\n18  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\n19  νῆάδʼ ἐπεσσεύοντο, φέρον δʼ εὐήνορα χαλκόν.\n20  καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο,\n21  αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρων\n22  βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς.\n23  οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον.\n24  τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος Ἀλκινόοιο\n25  Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.\n26  μῆρα δὲ κήαντες δαίνυντʼ ἐρικυδέα δαῖτα\n27  τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,\n28  Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς\n29  πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,\n30  δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι.\n31  ὡς δʼ ὅτʼ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ\n32  νειὸν ἀνʼ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον·\n33  ἀσπασίως δʼ ἄρα τῷ κατέδυ φάος ἠελίοιο\n34  δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατʼ ἰόντι·\n35  ὣς Ὀδυσῆʼ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.\n36  αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,\n37  Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον·\n38  Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,\n39  πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί·\n40  ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,\n41  πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες\n42  ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν\n43  νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.\n44  ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας\n45  κουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειαν\n46  παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.\n47  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον\n48  πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.\n49  καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·\n50  Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον\n51  πᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶ\n52  τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.\n53  ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,\n54  νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν\n55  ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,\n56  αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς,\n57  Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,\n58  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n59  χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας\n60  ἔλθῃ καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται.\n61  αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳ\n62  παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.\n63  ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,\n64  τῷ δʼ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,\n65  ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης·\n66  Ἀρήτη δʼ ἄρα οἱ δμῳὰς ἅμʼ ἔπεμπε γυναῖκας,\n67  τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,\n68  τὴν δʼ ἑτέρην χηλὸν πυκινὴν ἅμʼ ὄπασσε κομίζειν·\n69  ἡ δʼ ἄλλη σῖτόν τʼ ἔφερεν καὶ οἶνον ἐρυθρόν.\n70  αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,\n71  αἶψα τά γʼ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ\n72  δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν·\n73  κὰδ δʼ ἄρʼ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε\n74  νηὸς ἐπʼ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,\n75  πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο\n76  σιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι\n77  κόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.\n78  εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,\n79  καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,\n80  νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.\n81  ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,\n82  πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,\n83  ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,\n84  ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθε\n85  πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.\n86  ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ\n87  κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.\n88  ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν,\n89  ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα·\n90  ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν\n91  ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,\n92  δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει.\n93  εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα\n94  ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,\n95  τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.\n96  Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,\n97  ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ\n98  ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,\n99  αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα\n100  ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι\n101  νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται.\n102  αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,\n103  ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,\n104  ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.\n105  ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν\n106  λάϊνοι· ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.\n107  ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι\n108  φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·\n109  ἐν δʼ ὕδατʼ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,\n110  αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,\n111  αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ\n112  ἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν.\n113  ἔνθʼ οἵ γʼ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν ἔπειτα\n114  ἠπείρῳ ἐπέκελσεν, ὅσον τʼ ἐπὶ ἥμισυ πάσης,\n115  σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσʼ ἐρετάων·\n116  οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε\n117  πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν\n118  αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,\n119  κὰδ δʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,\n120  ἐκ δὲ κτήματʼ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ\n121  ὤπασαν οἴκαδʼ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.\n122  καὶ τὰ μὲν οὖν παρὰ πυθμένʼ ἐλαίης ἀθρόα θῆκαν\n123  ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,\n124  πρίν γʼ Ὀδυσῆʼ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο·\n125  αὐτοὶ δʼ αὖτʼ οἶκόνδε πάλιν κίον. οὐδʼ ἐνοσίχθων\n126  λήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ\n127  πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν·\n128  Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι θεοῖσι\n129  τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,\n130  Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.\n131  καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα\n132  οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων\n133  πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.\n134  οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες\n135  κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,\n136  χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν,\n137  πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,\n138  εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.\n139  τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς·\n140  ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.\n141  οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη\n142  πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.\n143  ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων\n144  οὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.\n145  ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.\n146  τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·\n147  αἶψά κʼ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·\n148  ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω.\n149  νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,\n150  ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ\n151  ῥαῖσαι, ἵνʼ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς\n152  ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.\n153  τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·\n154  ὢ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,\n155  ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται\n156  λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης\n157  νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες\n158  ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.\n159  αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,\n160  βῆ ῥʼ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.\n161  ἔνθʼ ἔμενʼ· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς\n162  ῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθʼ ἐνοσίχθων,\n163  ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε\n164  χειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει.\n165  οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον\n166  Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.\n167  ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·\n168  ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησʼ ἐνὶ πόντῳ\n169  οἴκαδʼ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα.\n170  ὣς ἄρα τις εἴπεσκε· τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.\n171  τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν·\n172  ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει\n173  πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι\n174  ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.\n175  φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα,\n176  ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ\n177  ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.\n178  ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.\n179  ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες·\n180  πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται\n181  ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους\n182  δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃ,\n183  μηδʼ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.\n184  ὣς ἔφαθʼ, οἱ δʼ ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους.\n185  ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτι\n186  δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,\n187  ἑσταότες περὶ βωμόν. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεὺς\n188  εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,\n189  ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε\n190  Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν\n191  ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,\n192  μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,\n193  πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.\n194  τοὔνεκʼ ἄρʼ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,\n195  ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι\n196  πέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.\n197  στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν·\n198  ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ\n199  χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·\n200  ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;\n201  ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,\n202  ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;\n203  πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς\n204  πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν\n205  αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων\n206  ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.\n207  νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ\n208  καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.\n209  ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι\n210  ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,\n211  οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντο\n212  ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν.\n213  Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους\n214  ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.\n215  ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι,\n216  μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.\n217  ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας\n218  ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.\n219  τῶν μὲν ἄρʼ ὀύ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν\n220  ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,\n221  πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,\n222  ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,\n223  παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,\n224  δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην·\n225  ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.\n226  τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,\n227  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n228  ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,\n229  χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,\n230  ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γε\n231  εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω.\n232  καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·\n233  τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;\n234  ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ\n235  κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;\n236  τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·\n237  νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας,\n238  εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην\n239  οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί,\n240  ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε,\n241  ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.\n242  ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,\n243  οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται.\n244  ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος\n245  γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση·\n246  αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη\n247  παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.\n248  τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει,\n249  τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.\n250  ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,\n251  χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε\n252  Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·\n253  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n254  οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον,\n255  αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν·\n256  πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,\n257  τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς\n258  χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα\n259  φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,\n260  Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ\n261  ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,\n262  οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης\n263  Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ,\n264  ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,\n265  οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον\n266  δήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων.\n267  τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ\n268  ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ·\n269  νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας\n270  ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.\n271  αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,\n272  αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς\n273  ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·\n274  τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι\n275  ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.\n276  ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο\n277  πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι.\n278  κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.\n279  σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν\n280  δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,\n281  ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.\n282  ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,\n283  οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες\n284  κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.\n285  οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες\n286  ᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.\n287  ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,\n288  χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ\n289  καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·\n290  καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·\n291  κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι\n292  ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.\n293  σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες,\n294  οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων\n295  μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.\n296  ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω\n297  κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων\n298  βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι\n299  μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνως\n300  Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ\n301  ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,\n302  καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,\n303  νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω\n304  χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ\n305  ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,\n306  εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι\n307  κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,\n308  μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν,\n309  πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ\n310  πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.\n311  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n312  ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,\n313  καὶ μάλʼ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.\n314  τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα,\n315  ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.\n316  αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,\n317  βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,\n318  οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα\n319  νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.\n320  ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ\n321  ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν·\n322  πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ\n323  θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.\n324  νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω\n325  ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην\n326  γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω\n327  ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς—\n328  εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω.\n329  τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·\n330  αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·\n331  τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,\n332  οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.\n333  ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν\n334  ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε·\n335  σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,\n336  πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως\n337  ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ\n338  φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.\n339  αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ\n340  ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους·\n341  ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι\n342  πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,\n343  χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.\n344  ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.\n345  Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,\n346  ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·\n347  ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,\n348  ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·\n349  τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς\n350  ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·\n351  τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.\n352  ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·\n353  γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,\n354  χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.\n355  αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·\n356  νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε\n357  ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι\n358  χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,\n359  αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη\n360  αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.\n361  τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·\n362  θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.\n363  ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο\n364  θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·\n365  αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.\n366  ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,\n367  μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς\n368  ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν\n369  εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.\n370  καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι\n371  Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.\n372  τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης\n373  φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.\n374  τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·\n375  διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,\n376  φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,\n377  οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,\n378  μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·\n379  ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν\n380  πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,\n381  ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.\n382  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n383  ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο\n384  φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,\n385  εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.\n386  ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·\n387  πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,\n388  οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.\n389  αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,\n390  καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην\n391  σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.\n392  τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·\n393  καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,\n394  ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω\n395  αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας\n396  ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.\n397  ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·\n398  κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,\n399  ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος\n400  ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,\n401  κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,\n402  ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς\n403  σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.\n404  αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,\n405  ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,\n406  παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.\n407  δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται\n408  πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,\n409  ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ\n410  πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.\n411  ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,\n412  ὄφρʼ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα\n413  Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·\n414  ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον\n415  ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης.\n416  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n417  τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;\n418  ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ\n419  πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;\n420  τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·\n421  μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.\n422  αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο\n423  κεῖσʼ ἐλθών· ἀτὰρ οὔ τινʼ ἔχει πόνον, ἀλλὰ ἕκηλος\n424  ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δʼ ἄσπετα κεῖται.\n425  ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,\n426  ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·\n427  ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει\n428  ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.\n429  ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.\n430  κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,\n431  ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα\n432  πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,\n433  κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʼ ἐόντε·\n434  ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,\n435  ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·\n436  ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο,\n437  ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,\n438  πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.\n439  τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα\n440  ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδʼ Ὀδυσῆος.","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":440}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":14,"language":"grc","text":"1  αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν\n2  χῶρον ἀνʼ ὑλήεντα διʼ ἄκριας, ᾗ οἱ Ἀθήνη\n3  πέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα\n4  κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς.\n5  τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενον, ἔνθα οἱ αὐλὴ\n6  ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,\n7  καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης\n8  αὐτὸς δείμαθʼ ὕεσσιν ἀποιχομένοιο ἄνακτος,\n9  νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,\n10  ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ·\n11  σταυροὺς δʼ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,\n12  πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας·\n13  ἔντοσθεν δʼ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει\n14  πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ\n15  πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,\n16  θήλειαι τοκάδες· τοὶ δʼ ἄρσενες ἐκτὸς ἴαυον,\n17  πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες\n18  ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης\n19  αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων·\n20  οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.\n21  πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον\n22  τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.\n23  αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,\n24  τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι\n25  ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν,\n26  οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε\n27  σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,\n28  ὄφρʼ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.\n29  ἐξαπίνης δʼ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι.\n30  οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς\n31  ἕζετο κερδοσύνη, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.\n32  ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος·\n33  ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν\n34  ἔσσυτʼ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.\n35  τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον\n36  πυκνῇσιν λιθάδεσσιν· ὁ δὲ προσέειπεν ἄνακτα·\n37  ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο\n38  ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.\n39  καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·\n40  ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων\n41  ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω\n42  ἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς\n43  πλάζετʼ ἐπʼ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,\n44  εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.\n45  ἀλλʼ ἕπεο, κλισίηνδʼ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός,\n46  σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,\n47  εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδεʼ ἀνέτλης.\n48  ὣς εἰπὼν κλισίηνδʼ ἡγήσατο δῖος ὑφορβός,\n49  εἷσεν δʼ εἰσαγαγών, ῥῶπας δʼ ὑπέχευε δασείας,\n50  ἐστόρεσεν δʼ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,\n51  αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δʼ Ὀδυσσεὺς\n52  ὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·\n53  Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι\n54  ὅττι μάλιστʼ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο.\n55  τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n56  ξεῖνʼ, οὔ μοι θέμις ἔστʼ, οὐδʼ εἰ κακίων σέθεν ἔλθοι,\n57  ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες\n58  ξεῖνοί τε πτωχοί τε· δόσις δʼ ὀλίγη τε φίλη τε\n59  γίγνεται ἡμετέρη· ἡ γὰρ δμώων δίκη ἐστὶν\n60  αἰεὶ δειδιότων, ὅτʼ ἐπικρατέωσιν ἄνακτες\n61  οἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,\n62  ὅς κεν ἔμʼ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,\n63  οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,\n64  οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,\n65  ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δʼ ἐπὶ ἔργον ἀέξῃ,\n66  ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω.\n67  τῷ κέ με πόλλʼ ὤνησεν ἄναξ, εἰ αὐτόθʼ ἐγήρα·\n68  ἀλλʼ ὄλεθʼ—ὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι\n69  πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε·\n70  καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς\n71  Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.\n72  ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,\n73  βῆ δʼ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.\n74  ἔνθεν ἑλὼν δύʼ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,\n75  εὗσέ τε μίστυλλέν τε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρεν.\n76  ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκʼ Ὀδυσῆϊ\n77  θέρμʼ αὐτοῖς ὀβελοῖσιν· ὁ δʼ ἄλφιτα λευκὰ πάλυνεν·\n78  ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,\n79  αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·\n80  ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,\n81  χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,\n82  οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν.\n83  οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,\n84  ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων.\n85  καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης\n86  ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,\n87  πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,\n88  καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.\n89  οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν,\n90  κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίως\n91  μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοι\n92  κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ.\n93  ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,\n94  οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω·\n95  οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.\n96  ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσση\n97  ἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνης\n98  οὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν\n99  ἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.\n100  δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,\n101  τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν\n102  βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.\n103  ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα\n104  ἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται.\n105  τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ,\n106  ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.\n107  αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,\n108  καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.\n109  ὣς φάθʼ, ὁ δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε οἶνον\n110  ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.\n111  αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,\n112  καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν,\n113  οἴνου ἐνίπλειον· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ,\n114  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n115  ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,\n116  ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;\n117  φῆς δʼ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.\n118  εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.\n119  Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,\n120  εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δʼ ἀλήθην.\n121  τὸν δʼ ἠμείβετʼ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·\n122  ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν\n123  ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,\n124  ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται\n125  ψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.\n126  ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,\n127  ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·\n128  ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,\n129  καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,\n130  ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται.\n131  αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.\n132  εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.\n133  τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶ\n134  ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·\n135  ἢ τόν γʼ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὐτοῦ\n136  κεῖται ἐπʼ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.\n137  ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλε, φίλοισι δὲ κήδεʼ ὀπίσσω\n138  πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτʼ ἄλλον\n139  ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω,\n140  οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι\n141  οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί.\n142  οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ\n143  ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·\n144  ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.\n145  τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν\n146  αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ·\n147  ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.\n148  τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·\n149  ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα\n150  κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·\n151  ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,\n152  ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω\n153  αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται·\n154  ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·\n155  πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.\n156  ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι\n157  γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.\n158  ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,\n159  ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·\n160  ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.\n161  τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς.\n162  τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο,\n163  οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου\n164  ἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.\n165  τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n166  ὦ γέρον, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω,\n167  οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος\n168  πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων\n169  μίμνησκʼ· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν\n170  ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.\n171  ἀλλʼ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς\n172  ἔλθοι ὅπως μιν ἐγώ γʼ ἐθέλω καὶ Πηνελόπεια\n173  Λαέρτης θʼ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.\n174  νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκʼ Ὀδυσσεύς,\n175  Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,\n176  καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα\n177  πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,\n178  τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας\n179  ἠέ τις ἀνθρώπων· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν\n180  ἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ\n181  οἴκαδʼ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται\n182  νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.\n183  ἀλλʼ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ\n184  ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.\n185  ἀλλʼ ἄγε μοι σύ, γεραιέ, τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπες\n186  καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·\n187  τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;\n188  ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται\n189  ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;\n190  οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.\n191  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς\n192  τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.\n193  εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ\n194  ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,\n195  δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν·\n196  ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα\n197  οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,\n198  ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.\n199  ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,\n200  ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι\n201  υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδʼ ἐγένοντο\n202  γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δʼ ὠνητὴ τέκε μήτηρ\n203  παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα\n204  Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι\n205  ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ\n206  ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.\n207  ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι\n208  εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο\n209  παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,\n210  αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν.\n211  ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων\n212  εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα\n213  οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν\n214  ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα\n215  γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.\n216  ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη\n217  καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε\n218  ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,\n219  οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,\n220  ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον\n221  ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.\n222  τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν\n223  οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,\n224  ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν\n225  καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,\n226  λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται.\n227  αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·\n228  ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.\n229  πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν\n230  εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν\n231  ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.\n232  τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω\n233  λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα\n234  δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.\n235  ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς\n236  ἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε,\n237  δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα\n238  νήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος\n239  ἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις.\n240  ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,\n241  τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν\n242  οἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.\n243  αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·\n244  μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν\n245  κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα\n246  Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,\n247  νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.\n248  ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.\n249  ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι\n250  δαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον\n251  θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.\n252  ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης\n253  ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ\n254  ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι\n255  νηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοι\n256  ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.\n257  πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,\n258  στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.\n259  ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους\n260  αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,\n261  ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι·\n262  οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,\n263  αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς\n264  πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,\n265  αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.\n266  οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν\n267  ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων\n268  χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος\n269  φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη\n270  μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.\n271  ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,\n272  τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.\n273  αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα\n274  ποίησʼ—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν\n275  αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο—\n276  αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα\n277  καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός·\n278  αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων\n279  καὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν,\n280  ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.\n281  ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,\n282  ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην—\n283  ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνιν\n284  ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.\n285  ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ ἄγειρα\n286  χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.\n287  ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,\n288  δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,\n289  τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει·\n290  ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα\n291  Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο.\n292  ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.\n293  ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο\n294  ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,\n295  ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο\n296  ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,\n297  κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.\n298  τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.\n299  ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,\n300  μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον.\n301  ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη\n302  φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,\n303  δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων\n304  νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.\n305  Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·\n306  ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,\n307  ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες.\n308  οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν\n309  κύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον.\n310  αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,\n311  ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο\n312  ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.\n313  τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.\n314  ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ\n315  γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.\n316  ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων\n317  ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν\n318  αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,\n319  χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός·\n320  ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.\n321  ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε\n322  ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,\n323  καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς,\n324  χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.\n325  καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·\n326  τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.\n327  τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο\n328  ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,\n329  ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον\n330  ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.\n331  ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,\n332  νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,\n333  οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.\n334  ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς\n335  ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.\n336  ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ\n337  ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ\n338  ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.\n339  ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,\n340  αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.\n341  ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν,\n342  ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,\n343  ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·\n344  ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο.\n345  ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ\n346  ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες\n347  ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.\n348  αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ\n349  ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,\n350  ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ\n351  στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι\n352  νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων.\n353  ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,\n354  κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες\n355  φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι\n356  μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον\n357  νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ\n358  ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες\n359  ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι.\n360  τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n361  ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας\n362  ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης.\n363  ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις\n364  εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα\n365  μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς\n366  νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι\n367  πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν\n368  ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.\n369  τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,\n370  ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω\n371  νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.\n372  αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε\n373  ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια\n374  ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.\n375  ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,\n376  ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,\n377  ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·\n378  ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,\n379  ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,\n380  ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,\n381  ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον.\n382  φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι\n383  νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·\n384  καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,\n385  πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.\n386  καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,\n387  μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·\n388  οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω,\n389  ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων.\n390  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς\n391  ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,\n392  οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.\n393  ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθε\n394  μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.\n395  εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,\n396  ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι\n397  Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·\n398  εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,\n399  δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,\n400  ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.\n401  τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·\n402  ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε\n403  εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα,\n404  ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,\n405  αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην·\n406  πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.\n407  νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι\n408  εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.\n409  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,\n410  ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.\n411  τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,\n412  κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων\n413  αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·\n414  ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω\n415  τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν\n416  δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων·\n417  ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν.\n418  ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,\n419  οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.\n420  τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης\n421  λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·\n422  ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν\n423  ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν\n424  νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.\n425  κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·\n426  τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν·\n427  αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης,\n428  πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,\n429  καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,\n430  μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,\n431  ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,\n432  βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης\n433  ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.\n434  καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·\n435  τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,\n436  θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ·\n437  νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν\n438  ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·\n439  καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·\n440  αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο\n441  ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις.\n442  τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n443  ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,\n444  οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει,\n445  ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα.\n446  ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,\n447  σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ\n448  ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ.\n449  σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης\n450  αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,\n451  νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος·\n452  πὰρ δʼ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.\n453  οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.\n454  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\n455  σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον\n456  σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.\n457  νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα Ζεὺς\n458  πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.\n459  τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,\n460  εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τινʼ ἑταίρων\n461  ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·\n462  κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,\n463  εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει\n464  ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι\n465  καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε,\n466  καί τι ἔπος προέηκεν ὅ περ τʼ ἄρρητον ἄμεινον.\n467  ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.\n468  εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,\n469  ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.\n470  ἡγείσθην δʼ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,\n471  τοῖσι δʼ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.\n472  ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,\n473  ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,\n474  ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες\n475  κείμεθα. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,\n476  πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετʼ ἠΰτε πάχνη,\n477  ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.\n478  ἔνθʼ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,\n479  εὗδον δʼ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους·\n480  αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον\n481  ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,\n482  ἀλλʼ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.\n483  ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,\n484  καὶ τότʼ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα\n485  ἀγκῶνι νύξας· ὁ δʼ ἄρʼ ἐμμαπέως ὑπάκουσε·\n486  διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,\n487  οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα\n488  δάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μʼ ἤπαφε δαίμων\n489  οἰοχίτωνʼ ἔμεναι· νῦν δʼ οὐκέτι φυκτὰ πέλονται.\n490  ὣς ἐφάμην, ὁ δʼ ἔπειτα νόον σχέθε τόνδʼ ἐνὶ θυμῷ,\n491  οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι·\n492  φθεγξάμενος δʼ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε·\n493  σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.\n494  ἦ καὶ ἐπʼ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον·\n495  κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.\n496  λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴη\n497  εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,\n498  εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.\n499  ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,\n500  καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,\n501  βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δʼ ἐνὶ εἵματι κείνου\n502  κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.\n503  ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·\n504  δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,\n505  ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος·\n506  νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα.\n507  τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n508  ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,\n509  οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες·\n510  τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,\n511  ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα,\n512  νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.\n513  οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες\n514  ἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ.\n515  αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,\n516  αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,\n517  πέμψει δʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει.\n518  ὣς εἰπὼν ἀνόρουσε, τίθει δʼ ἄρα οἱ πυρὸς ἐγγὺς\n519  εὐνήν, ἐν δʼ ὀΐων τε καὶ αἰγῶν δέρματʼ ἔβαλλεν.\n520  ἔνθʼ Ὀδυσεὺς κατέλεκτʼ· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ\n521  πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετʼ ἀμοιβάς,\n522  ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.\n523  ὣς ὁ μὲν ἔνθʼ Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρʼ αὐτὸν\n524  ἄνδρες κοιμήσαντο νεηνίαι· οὐδὲ συβώτῃ\n525  ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι,\n526  ἀλλʼ ὅ γʼ ἄρʼ ἔξω ἰὼν ὡπλίζετο· χαῖρε δʼ Ὀδυσσεύς,\n527  ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.\n528  πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετʼ ὤμοις,\n529  ἀμφὶ δὲ χλαῖναν ἑέσσατʼ ἀλεξάνεμον, μάλα πυκνήν,\n530  ἂν δὲ νάκην ἕλετʼ αἰγὸς ἐϋτρεφέος μεγάλοιο,\n531  εἵλετο δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.\n532  βῆ δʼ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες\n533  πέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπʼ ἰωγῇ.","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":533}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":15,"language":"grc","text":"1  ἡ δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη\n2  ᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν\n3  νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.\n4  εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν\n5  εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,\n6  ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ·\n7  Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ\n8  νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.\n9  ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·\n10  Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ ἀλάλησαι,\n11  κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν\n12  οὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσι\n13  κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.\n14  ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον\n15  πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.\n16  ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται\n17  Εὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας\n18  μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα·\n19  μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.\n20  οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·\n21  κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,\n22  παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο\n23  οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.\n24  ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα\n25  δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,\n26  εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.\n27  ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.\n28  μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν\n29  ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.\n30  ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.\n31  ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξει\n32  ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.\n33  ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,\n34  νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν\n35  ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.\n36  αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,\n37  νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,\n38  αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,\n39  ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.\n40  ἔνθα δὲ νύκτʼ ἀέσαι· τὸν δʼ ὀτρῦναι πόλιν εἴσω\n41  ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,\n42  οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.\n43  ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,\n44  αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν\n45  λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν·\n46  ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους\n47  ζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.\n48  τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·\n49  Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο\n50  νύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς.\n51  ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ\n52  ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος,\n53  καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.\n54  τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα\n55  ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.\n56  ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.\n57  ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,\n58  ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.\n59  τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,\n60  σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα\n61  δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοις\n62  ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα\n63  Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·\n64  Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,\n65  ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν·\n66  ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι.\n67  τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·\n68  Τηλέμαχʼ, οὔ τί σʼ ἐγώ γε πολὺν χρόνον ἐνθάδʼ ἐρύξω\n69  ἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ\n70  ἀνδρὶ ξεινοδόκῳ, ὅς κʼ ἔξοχα μὲν φιλέῃσιν,\n71  ἔξοχα δʼ ἐχθαίρῃσιν· ἀμείνω δʼ αἴσιμα πάντα.\n72  ἶσόν τοι κακόν ἐσθʼ, ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαι\n73  ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.\n74  χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.\n75  ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείω\n76  καλά, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ\n77  δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.\n78  ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,\n79  δειπνήσαντας ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν.\n80  εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος,\n81  ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,\n82  ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας\n83  αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,\n84  ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων,\n85  ἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.\n86  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n87  Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,\n88  βούλομαι ἤδη νεῖσθαι ἐφʼ ἡμέτερʼ· οὐ γὰρ ὄπισθεν\n89  οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν·\n90  μὴ πατέρʼ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι,\n91  ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.\n92  αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,\n93  αὐτίκʼ ἄρʼ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε\n94  δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.\n95  ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,\n96  ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ·\n97  τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος\n98  ὀπτῆσαί τε κρεῶν· ὁ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.\n99  αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,\n100  οὐκ οἶος, ἅμα τῷ γʼ Ἑλένη κίε καὶ Μεγαπένθης.\n101  ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι κειμήλια κεῖτο,\n102  Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,\n103  υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθεʼ ἄνωγεν\n104  ἀργύρεον· Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν,\n105  ἔνθʼ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.\n106  τῶν ἕνʼ ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν,\n107  ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,\n108  ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.\n109  βὰν δʼ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο\n110  Τηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος·\n111  Τηλέμαχʼ, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,\n112  ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.\n113  δώρων δʼ, ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,\n114  δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.\n115  δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ\n116  ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,\n117  ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,\n118  Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε\n119  κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.\n120  ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον\n121  ἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸν\n122  θῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,\n123  ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος\n124  πέπλον ἔχουσʼ ἐν χερσίν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·\n125  δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,\n126  μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,\n127  σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶ\n128  κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο\n129  οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.\n130  ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων.\n131  καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως\n132  δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·\n133  τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.\n134  ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.\n135  χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα\n136  καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,\n137  νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.\n138  σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα·\n139  εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·\n140  πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·\n141  οἰνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο.\n142  οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.\n143  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\n144  δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς\n145  ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,\n146  ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.\n147  τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,\n148  οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,\n149  ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.\n150  στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·\n151  χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν\n152  εἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,\n153  ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.\n154  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n155  καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,\n156  πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς\n157  νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ,\n158  εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης\n159  ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.\n160  ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,\n161  αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,\n162  ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντο\n163  ἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν\n164  δεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντες\n165  γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.\n166  τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων·\n167  φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,\n168  ἢ νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.\n169  ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος,\n170  ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.\n171  τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον·\n172  κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ\n173  ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.\n174  ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ\n175  ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,\n176  ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς\n177  οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη\n178  οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.\n179  τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n180  οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·\n181  τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.\n182  ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα\n183  ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.\n184  οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.\n185  δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·\n186  ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,\n187  υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.\n188  ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.\n189  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\n190  ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,\n191  ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·\n192  μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην.\n193  αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον·\n194  καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν·\n195  Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας\n196  μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι\n197  ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·\n198  ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.\n199  μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ,\n200  μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ\n201  ἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.\n202  ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ,\n203  ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.\n204  ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·\n205  στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,\n206  νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα,\n207  ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε·\n208  καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·\n209  σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους,\n210  πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.\n211  εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·\n212  οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,\n213  ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι\n214  ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.\n215  ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους\n216  ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε.\n217  Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν·\n218  ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ,\n219  αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.\n220  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,\n221  αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.\n222  ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ\n223  νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ\n224  τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,\n225  μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,\n226  ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,\n227  ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων·\n228  δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων\n229  Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,\n230  ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν\n231  εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο\n232  δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων\n233  εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,\n234  τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.\n235  ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους\n236  ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς\n237  ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα\n238  ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον,\n239  Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν\n240  ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν\n241  ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,\n242  γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.\n243  Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον,\n244  αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον,\n245  ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων\n246  παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν,\n247  ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.\n248  τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε.\n249  Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε·\n250  ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς\n251  κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη·\n252  αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων\n253  θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος·\n254  ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς,\n255  ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν.\n256  τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ ἦεν,\n257  ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν\n258  σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ,\n259  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n260  ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,\n261  λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα\n262  σῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,\n263  εἰπέ μοι εἰρομένῳ νημερτέα μηδʼ ἐπικεύσῃς·\n264  τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;\n265  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n266  τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.\n267  ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,\n268  εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.\n269  τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν\n270  ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.\n271  τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·\n272  οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς\n273  ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε\n274  Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.\n275  τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν\n276  φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι.\n277  ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,\n278  μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω.\n279  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n280  οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης,\n281  ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν.\n282  ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,\n283  καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης·\n284  ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.\n285  ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ\n286  εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.\n287  Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν\n288  ὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο.\n289  ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης\n290  στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,\n291  ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.\n292  τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,\n293  λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα\n294  νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.\n295  βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.\n296  δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·\n297  ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ\n298  ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.\n299  ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,\n300  ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ.\n301  τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς\n302  δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.\n303  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\n304  τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,\n305  ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι\n306  αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε·\n307  κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι·\n308  ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι\n309  πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.\n310  ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον\n311  ὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ\n312  πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.\n313  καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο\n314  ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,\n315  καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,\n316  εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες.\n317  αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν.\n318  ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·\n319  Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων\n320  ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,\n321  δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,\n322  πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,\n323  δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,\n324  οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.\n325  τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·\n326  ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα\n327  ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι.\n328  εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,\n329  τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.\n330  οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,\n331  ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,\n332  αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,\n333  οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι\n334  σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν.\n335  ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,\n336  οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.\n337  αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,\n338  κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,\n339  πέμψει δʼ ὅππη σε κραδίη θυμός τε κελεύει.\n340  τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·\n341  αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο\n342  ὡς ἐμοί, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.\n343  πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·\n344  ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν\n345  ἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.\n346  νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας,\n347  εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο\n348  πατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,\n349  ἤ που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο,\n350  ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.\n351  τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·\n352  τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.\n353  Λαέρτης μὲν ἔτι ζώει, Διὶ δʼ εὔχεται αἰεὶ\n354  θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν·\n355  ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο\n356  κουριδίης τʼ ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα\n357  ἤκαχʼ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.\n358  ἡ δʼ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,\n359  λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε\n360  ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.\n361  ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,\n362  τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,\n363  οὕνεκά μʼ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,\n364  θυγατέρʼ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων·\n365  τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μʼ ἧσσον ἐτίμα.\n366  αὐτὰρ ἐπεί ῥʼ ἥβην πολυήρατον ἱκόμεθʼ ἄμφω,\n367  τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν καὶ μυρίʼ ἕλοντο,\n368  αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐκείνη\n369  καλὰ μάλʼ ἀμφιέσασα, ποσὶν δʼ ὑποδήματα δοῦσα\n370  ἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον.\n371  νῦν δʼ ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷ\n372  ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω·\n373  τῶν ἔφαγόν τʼ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.\n374  ἐκ δʼ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι\n375  οὔτʼ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,\n376  ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσιν\n377  ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι\n378  καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι\n379  ἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.\n380  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n381  ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,\n382  πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.\n383  ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,\n384  ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,\n385  ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,\n386  ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν\n387  ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν\n388  τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε.\n389  τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·\n390  ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,\n391  σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον\n392  ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν,\n393  ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή,\n394  πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.\n395  τῶν δʼ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,\n396  εὑδέτω ἐξελθών· ἅμα δʼ ἠοῖ φαινομένηφι\n397  δειπνήσας ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.\n398  νῶϊ δʼ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε\n399  κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι,\n400  μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,\n401  ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλʼ ἐπαληθῇ.\n402  τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.\n403  νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,\n404  Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,\n405  οὔ τι περιπληθὴς λίην τόσον, ἀλλʼ ἀγαθὴ μέν,\n406  εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος.\n407  πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη\n408  νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν·\n409  ἀλλʼ ὅτε γηράσκωσι πόλιν κάτα φῦλʼ ἀνθρώπων,\n410  ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν\n411  οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.\n412  ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται·\n413  τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,\n414  Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.\n415  ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,\n416  τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.\n417  ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ,\n418  καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·\n419  τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.\n420  πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ\n421  εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει\n422  θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.\n423  εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·\n424  ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·\n425  ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,\n426  κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·\n427  ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες\n428  ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντες\n429  τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε.\n430  τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη·\n431  ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο,\n432  ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ\n433  αὐτούς τʼ; ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται.\n434  τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·\n435  εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται,\n436  ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν.\n437  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν.\n438  αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,\n439  τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·\n440  σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν\n441  ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ,\n442  ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντι\n443  ἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃ\n444  δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον.\n445  ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων.\n446  ἀλλʼ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,\n447  ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω·\n448  οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ·\n449  καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.\n450  παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω,\n451  κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε·\n452  τόν κεν ἄγοιμʼ ἐπὶ νηός, ὁ δʼ ὑμῖν μυρίον ὦνον\n453  ἄλφοι, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους.\n454  ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς δώματα καλά,\n455  οἱ δʼ ἐνιαυτὸν ἅπαντα παρʼ ἡμῖν αὖθι μένοντες\n456  ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.\n457  ἀλλʼ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,\n458  καὶ τότʼ ἄρʼ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.\n459  ἤλυθʼ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς\n460  χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο.\n461  τὸν μὲν ἄρʼ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ\n462  χερσίν τʼ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο,\n463  ὦνον ὑπισχόμεναι· ὁ δὲ τῇ κατένευσε σιωπῇ.\n464  ἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει,\n465  ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε.\n466  εὗρε δʼ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας\n467  ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρʼ ἀμφεπένοντο.\n468  οἱ μὲν ἄρʼ ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν,\n469  ἡ δʼ αἶψα τρίʼ ἄλεισα κατακρύψασʼ ὑπὸ κόλπῳ\n470  ἔκφερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι.\n471  δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί·\n472  ἡμεῖς δʼ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες,\n473  ἔνθʼ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.\n474  οἱ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,\n475  νὼ ἀναβησάμενοι· ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν.\n476  ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ·\n477  ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,\n478  τὴν μὲν ἔπειτα γυναῖκα βάλʼ Ἄρτεμις ἰοχέαιρα,\n479  ἄντλῳ δʼ ἐνδούπησε πεσοῦσʼ ὡς εἰναλίη κήξ.\n480  καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι\n481  ἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ·\n482  τοὺς δʼ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,\n483  ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.\n484  οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.\n485  τὸν δʼ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ·\n486  Εὔμαιʼ, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας\n487  ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.\n488  ἀλλʼ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε\n489  Ζεύς, ἐπεὶ ἀνδρὸς δώματʼ ἀφίκεο πολλὰ μογήσας\n490  ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε\n491  ἐνδυκέως, ζώεις δʼ ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γε\n492  πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος ἐνθάδʼ ἱκάνω.\n493  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,\n494  καδδραθέτην δʼ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα·\n495  αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δʼ ἐπὶ χέρσου\n496  Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δʼ ἕλον ἱστὸν\n497  καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς·\n498  ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·\n499  ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,\n500  δεῖπνόν τʼ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον.\n501  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\n502  τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·\n503  ὑμεῖς μὲν νῦν ἄστυδʼ ἐλαύνετε νῆα μέλαιναν,\n504  αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας·\n505  ἑσπέριος δʼ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.\n506  ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,\n507  δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο.\n508  τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·\n509  πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαι\n510  ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν;\n511  ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;\n512  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n513  ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην\n514  ἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ\n515  χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ\n516  ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳ\n517  φαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.\n518  ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο,\n519  Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν,\n520  τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι·\n521  καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα\n522  μητέρʼ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.\n523  ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων,\n524  εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.\n525  ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,\n526  κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι\n527  τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε\n528  μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.\n529  τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας\n530  ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·\n531  Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις\n532  ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.\n533  ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο\n534  ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί.\n535  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n536  αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·\n537  τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα\n538  ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.\n539  ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον·\n540  Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα\n541  πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμʼ ἕποντο·\n542  καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν\n543  ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.\n544  τὸν δʼ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·\n545  Τηλέμαχʼ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι,\n546  τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.\n547  ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δʼ ἑταίρους\n548  αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.\n549  οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.\n550  Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,\n551  εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,\n552  νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.\n553  οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε\n554  Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·\n555  τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν,\n556  ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης\n557  ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς,","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":557}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":16,"language":"grc","text":"1  τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς\n2  ἐντύνοντο ἄριστον ἅμʼ ἠοῖ, κηαμένω πῦρ,\n3  ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι·\n4  Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,\n5  οὐδʼ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς\n6  σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.\n7  αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·\n8  Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ ἑταῖρος\n9  ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,\n10  ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω.\n11  οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς\n12  ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης,\n13  ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο,\n14  κιρνὰς αἴθοπα οἶνον. ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος,\n15  κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ\n16  χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.\n17  ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ\n18  ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,\n19  μοῦνον τηλύγετον, τῷ ἔπʼ ἄλγεα πολλὰ μογήσῃ,\n20  ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς\n21  πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα·\n22  καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·\n23  ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε\n24  ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.\n25  ἀλλʼ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ\n26  τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.\n27  οὐ μὲν γάρ τι θάμʼ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,\n28  ἀλλʼ ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῷ,\n29  ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον.\n30  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n31  ἔσσεται οὕτως, ἄττα· σέθεν δʼ ἕνεκʼ ἐνθάδʼ ἱκάνω,\n32  ὄφρα σέ τʼ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,\n33  ἤ μοι ἔτʼ ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη\n34  ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ\n35  χήτει ἐνευναίων κάκʼ ἀράχνια κεῖται ἔχουσα.\n36  τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·\n37  καὶ λίην κείνη γε μένει τετληότι θυμῷ\n38  σοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζυραὶ δέ οἱ αἰεὶ\n39  φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.\n40  ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος·\n41  αὐτὰρ ὅ γʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.\n42  τῷ δʼ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς·\n43  Τηλέμαχος δʼ ἑτέρωθεν ἐρήτυε φώνησέν τε·\n44  ἧσʼ, ὦ ξεῖνʼ· ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην\n45  σταθμῷ ἐν ἡμετέρῳ· πάρα δʼ ἀνὴρ ὃς καταθήσει.\n46  ὣς φάθʼ, ὁ δʼ αὖτις ἰὼν κατʼ ἄρʼ ἕζετο· τῷ δὲ συβώτης.\n47  χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν·\n48  ἔνθα καθέζετʼ ἔπειτα Ὀδυσσῆος φίλος υἱός.\n49  τοῖσιν δʼ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης\n50  ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες,\n51  σῖτον δʼ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν,\n52  ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον·\n53  αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.\n54  οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.\n55  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\n56  δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν·\n57  ἄττα, πόθεν τοι ξεῖνος ὅδʼ ἵκετο; πῶς δέ ἑ ναῦται\n58  ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;\n59  οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.\n60  τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n61  τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.\n62  ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,\n63  φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι\n64  πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.\n65  νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς\n66  ἤλυθʼ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω·\n67  ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι.\n68  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n69  Εὔμαιʼ, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·\n70  πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;\n71  αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα\n72  ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ·\n73  μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,\n74  ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,\n75  εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,\n76  ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος\n77  μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.\n78  ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,\n79  ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,\n80  δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,\n81  πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.\n82  εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·\n83  εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα\n84  ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.\n85  κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι\n86  ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·\n87  μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν.\n88  πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα\n89  ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.\n90  τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·\n91  ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,\n92  ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ,\n93  οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι\n94  ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.\n95  εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ\n96  ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,\n97  ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ\n98  μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.\n99  αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ,\n100  ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός·\n102  αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,\n103  εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,\n104  ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.\n105  εἰ δʼ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,\n106  βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι\n107  τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,\n108  ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας\n109  ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,\n110  καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας\n111  μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.\n112  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n113  τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.\n114  οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,\n115  οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ\n116  μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.\n117  ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·\n118  μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,\n119  μοῦνον δʼ αὖτʼ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς\n120  μοῦνον ἔμʼ ἐν μεγάροισι τεκὼν λίπεν οὐδʼ ἀπόνητο.\n121  τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσʼ ἐνὶ οἴκῳ.\n122  ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,\n123  Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,\n124  ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,\n125  τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.\n126  ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν\n127  ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες\n128  οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.\n129  ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·\n130  ἄττα, σὺ δʼ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ\n131  εἴφʼ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα.\n132  αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι,\n133  οἴῃ ἀπαγγείλας· τῶν δʼ ἄλλων μή τις Ἀχαιῶν\n134  πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.\n135  τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n136  γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.\n137  ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,\n138  ἦ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω\n139  δυσμόρῳ, ὃς τῆος μὲν Ὀδυσσῆος μέγʼ ἀχεύων\n140  ἔργα τʼ ἐποπτεύεσκε μετὰ δμώων τʼ ἐνὶ οἴκῳ\n141  πῖνε καὶ ἦσθʼ, ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι·\n142  αὐτὰρ νῦν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε,\n143  οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως,\n144  οὐδʼ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε\n145  ἧσται ὀδυρόμενος, φθινύθει δʼ ἀμφʼ ὀστεόφι χρώς.\n146  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n147  ἄλγιον, ἀλλʼ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ·\n148  εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,\n149  πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.\n150  ἀλλὰ σύ γʼ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατʼ ἀγροὺς\n151  πλάζεσθαι μετʼ ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν\n152  ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα\n153  κρύβδην· κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι.\n154  ἦ ῥα καὶ ὦρσε συφορβόν· ὁ δʼ εἵλετο χερσὶ πέδιλα,\n155  δησάμενος δʼ ὑπὸ ποσσὶ πόλινδʼ ἴεν. οὐδʼ ἄρʼ Ἀθήνην\n156  λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,\n157  ἀλλʼ ἥ γε σχεδὸν ἦλθε· δέμας δʼ ἤϊκτο γυναικὶ\n158  καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.\n159  στῆ δὲ κατʼ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα·\n160  οὐδʼ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδʼ ἐνόησεν,\n161  οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,\n162  ἀλλʼ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥʼ οὐχ ὑλάοντο\n163  κνυζηθμῷ δʼ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.\n164  ἡ δʼ ἄρʼ ἐπʼ ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς,\n165  ἐκ δʼ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,\n166  στῆ δὲ πάροιθʼ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη·\n167  διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ.\n168  ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,\n169  ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρʼ ἀραρόντε\n170  ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδʼ ἐγὼ αὐτὴ\n171  δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.\n172  ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.\n173  φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα\n174  θῆκʼ ἀμφὶ στήθεσσι, δέμας δʼ ὤφελλε καὶ ἥβην.\n175  ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν,\n176  κυάνεαι δʼ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.\n177  ἡ μὲν ἄρʼ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς\n178  ἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός,\n179  ταρβήσας δʼ ἑτέρωσε βάλʼ ὄμματα, μὴ θεὸς εἴη,\n180  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n181  ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν,\n182  ἄλλα δὲ εἵματʼ ἔχεις, καί τοι χρὼς οὐκέθʼ ὁμοῖος.\n183  ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν·\n184  ἀλλʼ ἵληθʼ, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ\n185  ἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δʼ ἡμέων\n186  τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·\n187  οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐΐσκεις;\n188  ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων\n189  πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.\n190  ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν\n191  δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί.\n192  Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι,\n193  ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·\n194  οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων\n195  θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.\n196  οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο\n197  ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν\n198  ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.\n199  ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·\n200  νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.\n201  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n202  Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα\n203  οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι·\n204  οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,\n205  ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς,\n206  ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.\n207  αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,\n208  ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,\n209  ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε\n210  ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι.\n211  ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,\n212  ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.\n213  ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲ\n214  ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,\n215  ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο·\n216  κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί,\n217  φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα\n218  ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·\n219  ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.\n220  καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,\n221  εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·\n222  ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται\n223  ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;\n224  οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.\n225  τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·\n226  τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.\n227  Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους\n228  ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·\n229  καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες\n230  κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,\n231  χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν.\n232  καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·\n233  νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,\n234  ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.\n235  ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,\n236  ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·\n237  καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας\n238  φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαι\n239  μούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους.\n240  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n241  ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,\n242  χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·\n243  ἀλλὰ λίην μέγα εἶπες· ἄγη μʼ ἔχει· οὐδέ κεν εἴη\n244  ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.\n245  μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʼ οἶαι,\n246  ἀλλὰ πολὺ πλέονες· τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν.\n247  ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα\n248  κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·\n249  ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν,\n250  ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,\n251  ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,\n252  καί σφιν ἅμʼ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς\n253  καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.\n254  τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,\n255  μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.\n256  ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι,\n257  φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.\n258  τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·\n259  τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·\n260  καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ\n261  ἀρκέσει, ἦέ τινʼ ἄλλον ἀμύντορα μερμηρίξω.\n262  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n263  ἐσθλώ τοι τούτω γʼ ἐπαμύντορε, τοὺς ἀγορεύεις,\n264  ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις\n265  ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.\n266  τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·\n267  οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον\n268  φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν\n269  ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.\n270  ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφιν\n271  οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·\n272  αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,\n273  πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.\n274  εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ\n275  τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,\n276  ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε\n277  ἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι.\n278  ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,\n279  μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι\n280  πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.\n281  ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·\n282  ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,\n283  νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσας\n284  ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται\n285  ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας\n286  πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι\n287  παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·\n288  ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει\n289  οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,\n290  ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.\n291  πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,\n292  μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,\n293  ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα\n294  καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.\n295  νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε\n296  καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,\n297  ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειτα\n298  Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.\n299  ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·\n300  εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,\n301  μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,\n302  μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης\n303  μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια,\n304  ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν·\n305  καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,\n306  ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,\n307  ἠδʼ ὅτις οὐκ ἀλέγει, σὲ δʼ ἀτιμᾷ τοῖον ἐόντα.\n308  τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός\n309  ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω,\n310  γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʼ ἔχουσιν·\n311  ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω\n312  ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα.\n313  δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων,\n314  ἔργα μετερχόμενος· τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοι\n315  χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʼ ἔπι φειδώ.\n316  ἀλλʼ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,\n317  αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν·\n318  ἀνδρῶν δʼ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι\n319  ἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι,\n320  εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.\n321  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,\n322  ἡ δʼ ἄρʼ ἔπειτʼ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,\n323  ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.\n324  οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,\n325  νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,\n326  τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες,\n327  αὐτίκα δʼ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.\n328  αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,\n329  ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,\n330  οὕνεκα Τηλέμαχος μὲν ἐπʼ ἀγροῦ, νῆα δʼ ἀνώγει\n331  ἄστυδʼ ἀποπλείειν, ἵνα μὴ δείσασʼ ἐνὶ θυμῷ\n332  ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι\n333  τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς\n334  τῆς αὐτῆς ἕνεκʼ ἀγγελίης, ἐρέοντε γυναικί.\n335  ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο δόμον θείου βασιλῆος,\n336  κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν·\n337  ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.\n338  Πηνελοπείῃ δʼ εἶπε συβώτης ἄγχι παραστὰς\n339  πάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.\n340  αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,\n341  βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε.\n342  μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ,\n343  ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,\n344  αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.\n345  τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·\n346  ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται\n347  Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.\n348  ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη,\n349  ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα\n350  κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.\n351  οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα,\n352  στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,\n353  ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.\n354  ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι·\n355  μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον.\n356  ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ\n357  νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι.\n358  ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,\n359  αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,\n360  τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.\n361  αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον\n362  εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.\n363  τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·\n364  ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν.\n365  ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας\n366  αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι\n367  οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ\n368  νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,\n369  Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες\n370  αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,\n371  ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον\n372  Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω\n373  τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.\n374  αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,\n375  λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν.\n376  ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς\n377  εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,\n378  ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς\n379  οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν·\n380  οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·\n381  μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι\n382  γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον·\n383  ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος\n384  ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν,\n385  δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε\n386  κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι.\n387  εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε\n388  αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,\n389  μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν\n390  ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος\n391  μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα\n392  γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.\n393  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.\n394  τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,\n395  Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,\n396  ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,\n397  ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ\n398  ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·\n399  ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·\n400  ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι\n401  Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν\n402  κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.\n403  εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,\n404  αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω·\n405  εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.\n406  ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.\n407  αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,\n408  ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.\n409  ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε περίφρων Πηνελόπεια,\n410  μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.\n411  πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·\n412  κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.\n413  βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.\n414  ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,\n415  στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,\n416  ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,\n417  Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·\n418  Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν\n419  ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον\n420  βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα.\n421  μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε\n422  ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς\n423  μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.\n424  ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,\n425  δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,\n426  οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν\n427  ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν·\n428  τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ\n429  ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν·\n430  ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.\n431  τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα\n432  παῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·\n433  ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.\n434  τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·\n435  κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,\n436  θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.\n437  οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται,\n438  ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει\n439  ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.\n440  ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·\n441  αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ\n442  ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς\n443  πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν\n444  ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.\n445  τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν\n446  ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα\n447  ἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι.\n448  ὣς φάτο θαρσύνων, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον.\n449  ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντα\n450  κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον\n451  ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.\n452  ἑσπέριος δʼ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς\n453  ἤλυθεν· οἱ δʼ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο,\n454  σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη,\n455  ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα\n456  ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,\n457  λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης\n458  γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ\n459  ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.\n460  τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν·\n461  ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ;\n462  ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν\n463  ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα;\n464  τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n465  οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι\n466  ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει\n467  ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι.\n468  ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς,\n469  κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.\n470  ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.\n471  ἤδη ὑπὲρ πόλιος, ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν,\n472  ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν\n473  ἐς λιμένʼ ἡμέτερον· πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ,\n474  βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι·\n475  καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.\n476  ὣς φάτο, μείδησεν δʼ ἱερὴ ἲς Τηλεμάχοιο\n477  ἐς πατέρʼ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δʼ ὑφορβόν.\n478  οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,\n479  δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.\n480  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\n481  κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":480}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":17,"language":"grc","text":"1  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\n2  δὴ τότʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα\n3  Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,\n4  εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει,\n5  ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην·\n6  ἄττʼ, ἦ τοι μὲν ἐγὼν εἶμʼ ἐς πόλιν, ὄφρα με μήτηρ\n7  ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω\n8  κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,\n9  πρίν γʼ αὐτόν με ἴδηται· ἀτὰρ σοί γʼ ὧδʼ ἐπιτέλλω.\n10  τὸν ξεῖνον δύστηνον ἄγʼ ἐς πόλιν, ὄφρʼ ἂν ἐκεῖθι\n11  δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κʼ ἐθέλῃσι\n12  πύρνον καὶ κοτύλην· ἐμὲ δʼ οὔ πως ἔστιν ἅπαντας\n13  ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ·\n14  ὁ ξεῖνος δʼ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ\n15  ἔσσεται· ἦ γὰρ ἐμοὶ φίλʼ ἀληθέα μυθήσασθαι.\n16  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n17  ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·\n18  πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατʼ ἀγροὺς\n19  δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσιν.\n20  οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,\n21  ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.\n22  ἀλλʼ ἔρχευ· ἐμὲ δʼ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,\n23  αὐτίκʼ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.\n24  αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω κακά· μή με δαμάσσῃ\n25  στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι.\n26  ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,\n27  κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.\n28  αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας,\n29  ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν,\n30  αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.\n31  τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,\n32  κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,\n33  δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι\n34  δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,\n35  καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.\n36  ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,\n37  Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,\n38  ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,\n39  κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,\n40  καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·\n41  ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε\n42  ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε\n43  λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.\n44  ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.\n45  τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n46  μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ\n47  ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον·\n48  ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,\n49  εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν\n50  εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας\n51  ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.\n52  αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω\n53  ξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι.\n54  τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι,\n55  Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα\n56  ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.\n57  ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.\n58  ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,\n59  εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας\n60  ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.\n61  Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει\n62  ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.\n63  θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη·\n64  τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.\n65  ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο\n66  ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.\n67  αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,\n68  ἀλλʼ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδʼ Ἁλιθέρσης,\n69  οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι,\n70  ἔνθα καθέζετʼ ἰών· τοὶ δʼ ἐξερέεινον ἕκαστα.\n71  τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν\n72  ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδʼ ἄρʼ ἔτι δὴν\n73  Τηλέμαχος ξείνοιο ἑκὰς τράπετʼ, ἀλλὰ παρέστη.\n74  τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε·\n75  Τηλέμαχʼ, αἶψʼ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας,\n76  ὥς τοι δῶρʼ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε.\n77  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n78  Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα.\n79  εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι\n80  λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,\n81  αὐτὸν ἔχοντά σε βούλομʼ ἐπαυρέμεν, ἤ τινα τῶνδε·\n82  εἰ δέ κʼ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,\n83  δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.\n84  ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.\n85  αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,\n86  χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,\n87  ἐς δʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.\n88  τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,\n89  ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,\n90  ἔκ ῥʼ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.\n91  χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα\n92  καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,\n93  νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.\n94  σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,\n95  εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.\n96  μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο\n97  κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα.\n98  οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,\n99  αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,\n100  τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·\n101  Τηλέμαχʼ, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα\n102  λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,\n103  αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς\n104  ᾤχεθʼ ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης,\n105  πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,\n106  νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας.\n107  τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n108  τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.\n109  ᾠχόμεθʼ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·\n110  δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν\n111  ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν\n112  ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος\n113  ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.\n114  αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν,\n115  ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι·\n116  ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,\n117  ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.\n118  ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ\n119  Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.\n120  εἴρετο δʼ αὐτίκʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος\n121  ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·\n122  αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα·\n123  καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·\n124  ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ\n125  ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.\n126  ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος\n127  νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς\n128  κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα\n129  βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,\n130  ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,\n131  ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.\n132  αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,\n133  τοῖος ἐὼν οἷός ποτʼ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ\n134  ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,\n135  κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,\n136  τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·\n137  πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.\n138  ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε\n139  ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω,\n140  ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,\n141  τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.\n142  φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα,\n143  νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ\n144  ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.\n145  οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,\n146  οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης\n147  ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.\n148  ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον\n149  ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν.\n150  ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.\n151  τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·\n152  ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,\n153  ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον·\n154  ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω·\n155  ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα\n156  ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,\n157  ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,\n158  ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,\n159  ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·\n160  τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς\n161  ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.\n162  τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n163  αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·\n164  τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα\n165  ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.\n166  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,\n167  μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο\n168  δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,\n169  ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες.\n170  ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα\n171  πάντοθεν ἐξ ἀγρῶν, οἱ δʼ ἤγαγον οἳ τὸ πάρος περ,\n172  καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα\n173  ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί·\n174  κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ ἀέθλοις,\n175  ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα·\n176  οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.\n177  ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ.\n178  αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,\n179  χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,\n180  οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,\n181  ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,\n182  δαῖτʼ ἐντυνόμενοι. τοὶ δʼ ἐξ ἀγροῖο πόλινδε\n183  ὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός.\n184  τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν·\n185  ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδʼ ἰέναι μενεαίνεις\n186  σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σʼ ἂν ἐγώ γε\n187  αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·\n188  ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω\n189  νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί—\n190  ἀλλʼ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα\n191  ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.\n192  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n193  γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.\n194  ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε.\n195  δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,\n196  σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν.\n197  ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,\n198  πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ·\n199  Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.\n200  τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες\n201  ῥύατʼ ὄπισθε μένοντες· ὁ δʼ ἐς πόλιν ἦγεν ἄνακτα\n202  πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,\n203  σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.\n204  ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν\n205  ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο\n206  τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,\n207  τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·\n208  ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,\n209  πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ\n210  ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο\n211  νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·\n212  ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς\n213  αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,\n214  δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες.\n215  τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν,\n216  ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·\n217  νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,\n218  ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.\n219  πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,\n220  πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;\n221  ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,\n222  αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·\n223  τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι\n224  σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι,\n225  καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.\n226  ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει\n227  ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον\n228  βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον.\n229  ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·\n230  αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,\n231  πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων\n232  πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.\n233  ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν\n234  ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,\n235  ἀλλʼ ἔμενʼ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς\n236  ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,\n237  ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.\n238  ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο· τὸν δὲ συβώτης\n239  νείκεσʼ ἐσάντα ἰδών, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών·\n240  νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτʼ Ὀδυσσεὺς\n241  ὔμμʼ ἐπὶ μηρίʼ ἔκηε, καλύψας πίονι δημῷ,\n242  ἀρνῶν ἠδʼ ἐρίφων, τόδε μοι κρηήνατʼ ἐέλδωρ,\n243  ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·\n244  τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,\n245  τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ\n246  ἄστυ κάτʼ· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.\n247  τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·\n248  ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς,\n249  τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης\n250  ἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.\n251  αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων\n252  σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη,\n253  ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.\n254  ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας,\n255  αὐτὰρ ὁ βῆ, μάλα δʼ ὦκα δόμους ἵκανεν ἄνακτος.\n256  αὐτίκα δʼ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν,\n257  ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα.\n258  τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,\n259  σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα\n260  ἔδμεναι. ἀγχίμολον δʼ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς\n261  στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθʼ ἰωὴ\n262  φόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετʼ ἀείδειν\n263  Φήμιος· αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην·\n264  Εὔμαιʼ, ἦ μάλα δὴ τάδε δώματα κάλʼ Ὀδυσῆος,\n265  ῥεῖα δʼ ἀρίγνωτʼ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.\n266  ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ\n267  τοίχῳ καὶ θριγκοῖσι, θύραι δʼ εὐερκέες εἰσὶ\n268  δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.\n269  γιγνώσκω δʼ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται\n270  ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ\n271  ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.\n272  τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n273  ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσʼ ἀνοήμων.\n274  ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα.\n275  ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,\n276  δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ·\n277  εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε·\n278  μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσας\n279  ἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.\n280  τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·\n281  γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.\n282  ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ.\n283  οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·\n284  τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα\n285  κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω·\n286  γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,\n287  οὐλομένην, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι,\n288  τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται\n289  πόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.\n290  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·\n291  ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,\n292  Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς\n293  θρέψε μέν, οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴν\n294  ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες\n295  αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·\n296  δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,\n297  ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων\n298  ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν\n299  δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·\n300  ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων.\n301  δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,\n302  οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,\n303  ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος\n304  ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,\n305  ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·\n306  Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ κόπρῳ.\n307  καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα,\n308  εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,\n309  ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν\n310  γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες.\n311  τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n312  καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.\n313  εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,\n314  οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,\n315  αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.\n316  οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης\n317  κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη·\n318  νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης\n319  ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.\n320  δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες,\n321  οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·\n322  ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς\n323  ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.\n324  ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,\n325  βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.\n326  Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο,\n327  αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.\n328  τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς\n329  ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα\n330  νεῦσʼ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον\n331  κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ\n332  δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·\n333  τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν\n334  ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξ\n335  μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας.\n336  ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ Ὀδυσσεύς,\n337  πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,\n338  σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.\n339  ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,\n340  κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων\n341  ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.\n342  Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,\n343  ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο\n344  καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·\n345  δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε\n346  αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·\n347  αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.\n348  ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν,\n349  ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε·\n350  Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύει\n351  αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·\n352  αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ.\n353  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n354  Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,\n355  καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.\n356  ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν\n357  αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,\n358  ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·\n359  εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός.\n360  μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη,\n361  ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα\n362  ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,\n363  γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι·\n364  ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος.\n365  βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,\n366  πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.\n367  οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,\n368  ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.\n369  τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·\n370  κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,\n371  τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα.\n372  ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,\n373  αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.\n374  ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην·\n375  ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε\n376  ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,\n377  πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;\n378  ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος\n379  ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας;\n380  τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n381  Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·\n382  τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν\n383  ἄλλον γʼ, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,\n384  μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων,\n385  ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων;\n386  οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν·\n387  πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.\n388  ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων\n389  δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε\n390  οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια\n391  ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.\n392  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n393  σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν·\n394  Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ\n395  μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.\n396  ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·\n397  Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,\n398  ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι\n399  μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.\n400  δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε·\n401  μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλον\n402  δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.\n403  ἀλλʼ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·\n404  αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ.\n405  τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε·\n406  Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.\n407  εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,\n408  καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.\n409  ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης\n410  κείμενον, ᾧ ῥʼ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων·\n411  οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρην\n412  σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς\n413  αὖτις ἐπʼ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν·\n414  στῆ δὲ παρʼ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε·\n415  δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν\n416  ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.\n417  τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι\n418  σίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν.\n419  καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον\n420  ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,\n421  τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·\n422  ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ\n423  οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.\n424  ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που—\n425  ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν\n426  Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην.\n427  στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.\n428  ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους\n429  αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,\n430  ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.\n431  οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,\n432  αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς\n433  πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,\n434  αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.\n435  οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν\n436  ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων\n437  χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος\n438  φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη\n439  στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.\n440  ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,\n441  τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.\n442  αὐτὰρ ἔμʼ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι,\n443  Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν·\n444  ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκω πήματα πάσχων.\n445  τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε·\n446  τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην;\n447  στῆθʼ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης,\n448  μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι·\n449  ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.\n450  ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι\n451  μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς\n452  ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.\n453  τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς·\n454  ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν·\n455  οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης,\n456  ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης\n457  σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.\n458  ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,\n459  καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·\n460  νῦν δή σʼ οὐκέτι καλὰ διὲκ μεγάροιό γʼ ὀΐω\n461  ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.\n462  ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον,\n463  πρυμνότατον κατὰ νῶτον· ὁ δʼ ἐστάθη ἠΰτε πέτρη\n464  ἔμπεδον, οὐδʼ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο,\n465  ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.\n466  ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο, κὰδ δʼ ἄρα πήρην\n467  θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε·\n468  κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,\n469  ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.\n470  οὐ μὰν οὔτʼ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,\n471  ὁππότʼ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι\n472  βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν·\n473  αὐτὰρ ἔμʼ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,\n474  οὐλομένης, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσιν.\n475  ἀλλʼ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν,\n476  Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.\n477  τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·\n478  ἔσθιʼ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθʼ ἄλλῃ,\n479  μή σε νέοι διὰ δώματʼ ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις,\n480  ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.\n481  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν·\n482  ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·\n483  Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην,\n484  οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.\n485  καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,\n486  παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,\n487  ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.\n488  ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων.\n489  Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε\n490  βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,\n491  ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.\n492  τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια\n493  βλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν·\n494  αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.\n495  τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·\n496  εἰ γὰρ ἐπʼ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο·\n497  οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.\n498  τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n499  μαῖʼ, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται·\n500  Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.\n501  ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα\n502  ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·\n503  ἔνθʼ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʼ ἔδοσάν τε,\n504  οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.\n505  ἡ μὲν ἄρʼ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν,\n506  ἡμένη ἐν θαλάμῳ· ὁ δʼ ἐδείπνεε δῖος Ὀδυσσεύς·\n507  ἡ δʼ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν·\n508  ἔρχεο, δῖʼ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι\n509  ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδʼ ἐρέωμαι\n510  εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται\n511  ἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε.\n512  τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα\n513  εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί·\n514  οἷʼ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.\n515  τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξα\n516  ἐν κλισίῃ· πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς·\n517  ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.\n518  ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ\n519  ἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι,\n520  τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ·\n521  ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.\n522  φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,\n523  Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.\n524  ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων,\n525  προπροκυλινδόμενος· στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι,\n526  ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,\n527  ζωοῦ· πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε.\n528  τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n529  ἔρχεο, δεῦρο κάλεσσον, ἵνʼ ἀντίον αὐτὸς ἐνίσπῃ.\n530  οὗτοι δʼ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων.\n531  ἢ αὐτοῦ κατὰ δώματʼ, ἐπεί σφισι θυμὸς ἐΰφρων.\n532  αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήρατα κεῖτʼ ἐνὶ οἴκῳ,\n533  σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν,\n534  οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,\n535  βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,\n536  εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,\n537  μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,\n538  οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.\n539  εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,\n540  αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.\n541  ὣς φάτο, Τηλέμαχος δὲ μέγʼ ἔπταρεν, ἀμφὶ δὲ δῶμα\n542  σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,\n543  αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·\n544  ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.\n545  οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;\n546  τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο\n547  πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.\n548  ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·\n549  αἴ κʼ αὐτὸν γνώω νημερτέα πάντʼ ἐνέποντα,\n550  ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.\n551  ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν·\n552  ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·\n553  ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,\n554  μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς\n555  ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.\n556  εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα,\n557  ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα\n558  χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον\n559  γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι.\n560  τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·\n561  Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι\n562  κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ·\n563  οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν.\n564  ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον,\n565  τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.\n566  καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα\n567  οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,\n568  οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος.\n569  τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι\n570  μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·\n571  καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,\n572  ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι\n573  λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα.\n574  ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.\n575  τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·\n576  οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν ἀλήτης;\n577  ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως\n578  αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης.\n579  τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·\n580  μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος,\n581  ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.\n582  ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.\n583  καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,\n584  οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι.\n585  τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n586  οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·\n587  οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων\n588  ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.\n589  ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς\n590  μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.\n591  αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,\n592  ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·\n593  ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων,\n594  σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.\n595  αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ\n596  μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,\n597  τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.\n598  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n599  ἔσσεται οὕτως, ἄττα· σὺ δʼ ἔρχεο δειελιήσας·\n600  ἠῶθεν δʼ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά·\n601  αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει.\n602  ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου,\n603  πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος\n604  βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε,\n605  πλεῖον δαιτυμόνων· οἱ δʼ ὀρχηστυῖ καὶ ἀοιδῇ\n606  τέρποντʼ· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":606}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":18,"language":"grc","text":"1  ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ\n2  πτωχεύεσκʼ Ἰθάκης, μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ\n3  ἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲς\n4  οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι.\n5  Ἀρναῖος δʼ ὄνομʼ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ\n6  ἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες,\n7  οὕνεκʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι·\n8  ὅς ῥʼ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο,\n9  καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα·\n10  εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ.\n11  οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες,\n12  ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δʼ αἰσχύνομαι ἔμπης.\n13  ἀλλʼ ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται.\n14  τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·\n15  δαιμόνιʼ, οὔτε τί σε ῥέζω κακὸν οὔτʼ ἀγορεύω,\n16  οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλʼ ἀνελόντα.\n17  οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ\n18  ἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης\n19  ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν.\n20  χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς,\n21  μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω\n22  αἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτʼ εἴη\n23  αὔριον· οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐω\n24  δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.\n25  τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης·\n26  ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,\n27  γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην\n28  κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας\n29  γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.\n30  ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε\n31  μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;\n32  ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων\n33  οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.\n34  τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο,\n35  ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·\n36  ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,\n37  οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.\n38  ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν\n39  χερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα.\n40  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες,\n41  ἀμφὶ δʼ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο.\n42  τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·\n43  κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω.\n44  γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί, τὰς ἐπὶ δόρπῳ\n45  κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες·\n46  ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,\n47  τάων ἥν κʼ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω·\n48  αἰεὶ αὖθʼ ἡμῖν μεταδαίσεται, οὐδέ τινʼ ἄλλον\n49  πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα.\n50  ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.\n51  τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·\n52  ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι\n53  ἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρ\n54  ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω.\n55  ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον,\n56  μή τις ἐπʼ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ\n57  πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ.\n58  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν.\n59  αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,\n60  τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·\n61  ξεῖνʼ, εἴ σʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ\n62  τοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν\n63  δείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ·\n64  ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες,\n65  Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.\n66  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ Ὀδυσσεὺς\n67  ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς\n68  καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι\n69  στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη\n70  ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν.\n71  μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·\n72  ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·\n73  ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,\n74  οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.\n75  ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.\n76  ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ\n77  δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.\n78  Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·\n79  νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο,\n80  εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,\n81  ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει.\n82  ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·\n83  αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται,\n84  πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ,\n85  εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,\n86  ὅς κʼ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ,\n87  μήδεά τʼ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι.\n88  ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα.\n89  ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον.\n90  δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς\n91  ἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα,\n92  ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ.\n93  ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,\n94  ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί.\n95  δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον\n96  Ἶρος, ὁ δʼ αὐχένʼ ἔλασσεν ὑπʼ οὔατος, ὀστέα δʼ εἴσω\n97  ἔθλασεν· αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα,\n98  κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, σὺν δʼ ἤλασʼ ὀδόντας\n99  λακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ\n100  χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς\n101  ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρʼ ἵκετʼ αὐλήν,\n102  αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς\n103  εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί,\n104  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n105  ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων,\n106  μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι\n107  λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ.\n108  ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην,\n109  πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.\n110  ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο· τοὶ δʼ ἴσαν εἴσω\n111  ἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι·\n112  Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι,\n113  ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,\n114  ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας\n115  ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε\n116  εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων.\n117  ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς.\n118  Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν,\n119  ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ\n120  ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας\n121  καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε·\n122  χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω\n123  ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.\n124  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n125  Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι·\n126  τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον,\n127  Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε·\n128  τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας.\n129  τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·\n130  οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο,\n131  πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.\n132  οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω,\n133  ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ·\n134  ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι,\n135  καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ·\n136  τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων\n137  οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε.\n138  καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι,\n139  πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων,\n140  πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι.\n141  τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη,\n142  ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν.\n143  οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας,\n144  κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν\n145  ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης\n146  δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων\n147  οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ,\n148  ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν·\n149  οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω\n150  μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ.\n151  ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον,\n152  ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν.\n153  αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ,\n154  νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός.\n155  ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη\n156  Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι.\n157  ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.\n158  τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,\n159  κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,\n160  μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα\n161  θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο\n162  μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν.\n163  ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·\n164  Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε,\n165  μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης·\n166  παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη,\n167  μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν,\n168  οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι.\n169  τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·\n170  ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες.\n171  ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε,\n172  χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς·\n173  μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα\n174  ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί.\n175  ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα\n176  ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι.\n177  τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n178  Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ,\n179  χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ·\n180  ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν,\n181  ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν.\n182  ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι\n183  ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν·\n184  οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ.\n185  ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει\n186  ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.\n187  ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·\n188  κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν,\n189  εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα\n190  αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων\n191  ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί.\n192  κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν\n193  ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια\n194  χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα·\n195  καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι,\n196  λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος.\n197  ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων,\n198  ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο\n199  φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε,\n200  καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε·\n201  ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ ἐκάλυψεν.\n202  αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ\n203  αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν\n204  αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο\n205  παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν.\n206  ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα,\n207  οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.\n208  ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,\n209  στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,\n210  ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·\n211  ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.\n212  τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν,\n213  πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.\n214  ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν·\n215  Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα·\n216  παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας·\n217  νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις,\n218  καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός,\n219  ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς,\n220  οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα.\n221  οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη,\n222  ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως.\n223  πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν\n224  ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς;\n225  σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο.\n226  τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n227  μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι·\n228  αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα,\n229  ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα.\n230  ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι·\n231  ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος\n232  οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί.\n233  οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη\n234  μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν.\n235  αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,\n236  οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι\n237  νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ,\n238  οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου,\n239  ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν\n240  ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς,\n241  οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι\n242  οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται.\n243  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·\n244  Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν·\n245  κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,\n246  εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί,\n247  πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν\n248  ἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶν\n249  εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας.\n250  τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·\n251  Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε\n252  ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον\n253  Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς.\n254  εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,\n255  μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.\n256  νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.\n257  ἦ μὲν δὴ ὅτε τʼ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν,\n258  δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα·\n259  ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς\n260  ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι·\n261  καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,\n262  ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν\n263  ἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα\n264  ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.\n265  τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώω\n266  αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.\n267  μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν\n268  ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος·\n269  αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,\n270  γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.\n271  κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.\n272  νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει\n273  οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.\n274  ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·\n275  μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο·\n276  οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα\n277  μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,\n278  αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,\n279  κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·\n280  ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.\n281  ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,\n282  οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν\n283  μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα.\n284  τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,\n285  κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,\n286  δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι,\n287  δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·\n288  ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,\n289  πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.\n290  ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος·\n291  δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.\n292  Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον,\n293  ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι\n294  χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.\n295  ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε.\n296  χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.\n297  ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν,\n298  τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.\n299  ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος\n300  ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.\n301  ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.\n302  ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν,\n303  τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα\n304  οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν\n305  τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.\n306  τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.\n307  αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,\n308  ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,\n309  αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,\n310  καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον\n311  δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν\n312  αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·\n313  δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,\n314  ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια·\n315  τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν\n316  ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·\n317  αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.\n318  ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,\n319  οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί.\n320  ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.\n321  τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος,\n322  τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια,\n323  παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ·\n324  ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης,\n325  ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.\n326  ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν·\n327  ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί,\n328  οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών,\n329  ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις,\n330  θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ\n331  ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ\n332  τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.\n333  ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;\n334  μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ,\n335  ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι\n336  δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.\n337  τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·\n338  ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις,\n339  κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.\n340  ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.\n341  βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης\n342  ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.\n343  αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν\n344  ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ\n345  ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο.\n346  μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη\n347  λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον\n348  δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.\n349  τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν,\n350  κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε.\n351  κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,\n352  ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.\n353  οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·\n354  ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ\n355  κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί.\n356  ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·\n357  ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην,\n358  ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται—\n359  αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων;\n360  ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,\n361  εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην.\n362  ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις\n363  ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον\n364  βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον.\n365  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n366  Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο\n367  ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται,\n368  ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι,\n369  καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου\n370  νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη.\n371  εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι,\n372  αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης,\n373  ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,\n374  τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ·\n375  τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην.\n376  εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων\n377  σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε\n378  καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα,\n379  τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα,\n380  οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις.\n381  ἀλλὰ μάλʼ ὑβρίξεις, καί τοι νόος ἐστὶν ἀπηνής·\n382  καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός,\n383  οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς.\n384  εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,\n385  αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα,\n386  φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε.\n387  ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,\n388  καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·\n389  ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ ἀγορεύεις\n390  θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ\n391  ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ\n392  τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.\n393  ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;\n394  ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς\n395  Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος,\n396  Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα\n397  δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα,\n398  αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι.\n399  μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,\n400  ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·\n401  αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι\n402  πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε.\n403  νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς\n404  ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.\n405  τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο\n406  δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ\n407  βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει.\n408  ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες,\n409  ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε.\n410  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες\n411  Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.\n412  τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε\n413  Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος·\n414  ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ\n415  ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·\n416  μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον\n417  δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.\n418  ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,\n419  ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες·\n420  τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος\n421  Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα.\n422  ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε.\n423  τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως,\n424  κῆρυξ Δουλιχιεύς· θεράπων δʼ ἦν Ἀμφινόμοιο·\n425  νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι\n426  σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον.\n427  αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,\n428  βάν ῥʼ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʼ ἕκαστος.","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":428}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":19,"language":"grc","text":"1  αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,\n2  μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων·\n3  αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·\n4  Τηλέμαχε, χρὴ τεύχεʼ ἀρήϊα κατθέμεν εἴσω\n5  πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι\n6  παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·\n7  ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει\n8  οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,\n9  ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.\n10  πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμων\n11  μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,\n12  ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα\n13  καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.\n14  ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,\n15  ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·\n16  μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας,\n17  ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς\n18  καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει\n19  πατρὸς ἀποιχομένοιο· ἐγὼ δʼ ἔτι νήπιος ἦα.\n20  νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνʼ οὐ πυρὸς ἵξετʼ ἀϋτμή.\n21  τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·\n22  αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο\n23  οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.\n24  ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;\n25  δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.\n26  τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n27  ξεῖνος ὅδʼ· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε\n28  χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.\n29  ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.\n30  κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.\n31  τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς\n32  ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας\n33  ἔγχεά τʼ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη,\n34  χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει.\n35  δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·\n36  ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι.\n37  ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι,\n38  εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες\n39  φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.\n40  ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.\n41  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n42  σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε·\n43  αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.\n44  ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ,\n45  ὄφρα κʼ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω·\n46  ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.\n47  ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει\n48  κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων,\n49  ἔνθα πάρος κοιμᾶθʼ, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·\n50  ἔνθʼ ἄρα καὶ τότʼ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.\n51  αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,\n52  μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.\n53  ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,\n54  Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.\n55  τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε,\n56  δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων\n57  ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε\n58  προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας.\n59  ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια.\n60  ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.\n61  αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας\n62  καὶ δέπα, ἔνθεν ἄρʼ ἄνδρες ὑπερμενέοντες ἔπινον·\n63  πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν\n64  νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.\n65  ἡ δʼ Ὀδυσῆʼ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις·\n66  ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα\n67  δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;\n68  ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·\n69  ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.\n70  τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·\n71  δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ;\n72  ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,\n73  πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει.\n74  τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι\n75  καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον\n76  ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,\n77  τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·\n78  ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ\n79  οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.\n80  ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που·\n81  τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς\n82  ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι·\n83  μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ,\n84  ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα.\n85  εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν,\n86  ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι,\n87  Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν\n88  λήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν.\n89  ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια,\n90  ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·\n91  πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθεις\n92  ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις·\n93  πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς\n94  ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν\n95  ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι.\n96  ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν·\n97  Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ,\n98  ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ\n99  ὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι.\n100  ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα\n101  δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν·\n102  ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.\n103  τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·\n104  ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή·\n105  τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;\n106  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n107  ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν\n108  νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει,\n109  ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς\n110  ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων\n111  εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα\n112  πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ,\n113  τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς\n114  ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ.\n115  τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ,\n116  μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν,\n117  μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων\n118  μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ\n119  οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε\n120  ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί·\n121  μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή,\n122  φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ.\n123  τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·\n124  ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε\n125  ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον\n126  Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς\n127  εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι,\n128  μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως.\n129  νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων.\n130  ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,\n131  Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,\n132  οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται,\n133  οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον.\n134  τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθʼ ἱκετάων\n135  οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν·\n136  ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ.\n137  οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω.\n138  φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων,\n139  στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν,\n140  λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον·\n141  κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,\n142  μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος\n143  ἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται—\n144  Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν\n145  μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο·\n146  μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,\n147  αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.\n148  ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.\n149  ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν,\n150  νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην.\n151  ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς·\n152  ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,\n153  μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,\n154  καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας,\n155  εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν.\n156  ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης·\n157  νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην\n158  μῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες\n159  γήμασθʼ, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων,\n160  γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἶός τε μάλιστα\n161  οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει.\n162  ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί.\n163  οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης.\n164  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n165  ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,\n166  οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα;\n167  ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις\n168  πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης\n169  ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν,\n170  πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων·\n171  ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.\n172  Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ,\n173  καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι\n174  πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες.\n175  ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί,\n176  ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες,\n177  Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί.\n178  τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως\n179  ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,\n180  πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος\n181  Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·\n182  ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω\n183  ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων,\n184  ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων.\n185  ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.\n186  καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,\n187  ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·\n188  στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,\n189  ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας.\n190  αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών·\n191  ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε.\n192  τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς\n193  οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.\n194  τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,\n195  ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·\n196  καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,\n197  δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας\n198  καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.\n199  ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·\n200  εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ\n201  εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων.\n202  τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο.\n203  ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα·\n204  τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς·\n205  ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν,\n206  ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ·\n207  τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες·\n208  ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης,\n209  κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς\n210  θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα,\n211  ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος\n212  ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν.\n213  ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,\n214  ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·\n215  νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι,\n216  εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι\n217  ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις.\n218  εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο,\n219  αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο.\n220  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n221  ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα\n222  εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν\n223  ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης·\n224  αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ.\n225  χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς,\n226  διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο\n227  αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν·\n228  ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν,\n229  ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες,\n230  ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων,\n231  αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι.\n232  τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα,\n233  οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο·\n234  τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς·\n235  ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες.\n236  ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·\n237  οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς,\n238  ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι,\n239  ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς\n240  ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι.\n241  καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα\n242  καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα,\n243  αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός.\n244  καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ\n245  εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ.\n246  γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος,\n247  Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων\n248  ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη.\n249  ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο,\n250  σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.\n251  ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο.\n252  καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε·\n253  νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός,\n254  ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε·\n255  αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις,\n256  πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴν\n257  κείνῳ ἄγαλμʼ ἔμεναι· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις\n258  οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.\n259  τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς\n260  ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.\n261  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n262  ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,\n263  μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν\n264  τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν·\n265  καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα\n266  κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα,\n267  ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι.\n268  ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον·\n269  νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω\n270  ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα\n271  ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,\n272  ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ\n273  αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους\n274  ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ,\n275  Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ\n276  Ζεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.\n277  οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ·\n278  τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου,\n279  Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,\n280  οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο\n281  καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ\n282  οἴκαδʼ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺς\n283  ἤην· ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,\n284  χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·\n285  ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων\n286  οἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.\n287  ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·\n288  ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,\n289  νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,\n290  οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.\n291  ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς\n292  ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.\n293  καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς·\n294  καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι,\n295  ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.\n296  τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο\n297  ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,\n298  ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν\n299  ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.\n300  ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη\n301  ἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης\n302  δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.\n303  ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,\n304  ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·\n305  ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.\n306  τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,\n307  τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο.\n308  τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n309  αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·\n310  τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα\n311  ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.\n312  ἀλλά μοι ὧδʼ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ·\n313  οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς\n314  τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσʼ ἐνὶ οἴκῳ\n315  οἷος Ὀδυσσεὺς ἔσκε μετʼ ἀνδράσιν, εἴ ποτʼ ἔην γε,\n316  ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.\n317  ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν,\n318  δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,\n319  ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.\n320  ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε,\n321  ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται\n322  ἥμενος ἐν μεγάρῳ· τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνων\n323  τοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργον\n324  ἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.\n325  πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν\n326  ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν,\n327  εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν\n328  δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.\n329  ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ,\n330  τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω\n331  ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες·\n332  ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ,\n333  τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι\n334  πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.\n335  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n336  ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,\n337  ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα\n338  ἤχθεθʼ, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα\n339  νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο,\n340  κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον·\n341  πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ\n342  ἄεσα καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν.\n343  οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ\n344  γίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο\n345  τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν,\n346  εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα,\n347  ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ·\n348  τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο.\n349  τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n350  ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε\n351  ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα,\n352  ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις·\n353  ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα\n354  ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε,\n355  δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ,\n356  ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης.\n357  ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια,\n358  νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς\n359  ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας·\n360  αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν.\n361  ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα,\n362  δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν·\n363  ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ Ζεὺς\n364  ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα.\n365  οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ\n366  πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας,\n367  ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο\n368  γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν·\n369  νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ.\n370  οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες\n371  ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο,\n372  ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι,\n373  τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων\n374  οὐκ ἐάας νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε\n375  κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.\n376  τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης\n377  καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς\n378  κήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω·\n379  πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο,\n380  ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι\n381  ὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας.\n382  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n383  ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν\n384  ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν\n385  ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις.\n386  ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα\n387  τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ\n388  ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς\n389  ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα·\n390  αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα\n391  οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο.\n392  νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνω\n393  οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι\n394  Παρνησόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας,\n395  μητρὸς ἑῆς πάτερʼ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο\n396  κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν\n397  Ἑρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖεν\n398  ἀρνῶν ἠδʼ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμʼ ὀπήδει.\n399  Αὐτόλυκος δʼ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον\n400  παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς·\n401  τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε\n402  παυομένῳ δόρποιο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·\n403  Αὐτόλυκʼ, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θῆαι\n404  παιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστιν.\n405  τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε·\n406  γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω·\n407  πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω,\n408  ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν·\n409  τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε,\n410  ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα\n411  ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι,\n412  τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω.\n413  τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.\n414  τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο\n415  χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·\n416  μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ\n417  κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.\n418  Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι\n419  δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν,\n420  αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·\n421  τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,\n422  μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,\n423  ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.\n424  ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα\n425  δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·\n426  ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,\n427  δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.\n428  ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,\n429  βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ\n430  υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς\n431  ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ\n432  Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας.\n433  Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας\n434  ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,\n435  οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν\n436  ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν\n437  υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς\n438  ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.\n439  ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς·\n440  τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,\n441  οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,\n442  οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ\n443  ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή.\n444  τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν,\n445  ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο\n446  φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς,\n447  στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς\n448  ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ,\n449  οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς\n450  γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι\n451  λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός.\n452  τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον,\n453  ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή·\n454  κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός.\n455  τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο,\n456  ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο\n457  δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν\n458  ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός.\n459  τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο\n460  εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες\n461  καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον\n462  εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ\n463  χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα,\n464  οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν\n465  ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι,\n466  Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.\n467  τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα\n468  γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι·\n469  ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός,\n470  ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ.\n471  τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε\n472  δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.\n473  ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν·\n474  ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ γε\n475  πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι.\n476  ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι,\n477  πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα.\n478  ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι·\n479  τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς\n480  χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι,\n481  τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε.\n482  μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες αὐτὴ\n483  τῷ σῷ ἐπὶ μαζῷ· νῦν δʼ ἄλγεα πολλὰ μογήσας\n484  ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.\n485  ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,\n486  σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται.\n487  ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·\n488  εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,\n489  οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότʼ ἂν ἄλλας\n490  δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας.\n491  τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·\n492  τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.\n493  οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν,\n494  ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος.\n495  ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·\n496  εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,\n497  δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας,\n498  αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι.\n499  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς\n500  μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή.\n501  εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʼ ἑκάστην·\n502  ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν.\n503  ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει\n504  οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα.\n505  αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʼ ἐλαίῳ,\n506  αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς\n507  θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε.\n508  τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια·\n509  ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή·\n510  καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη,\n511  ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ.\n512  αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων·\n513  ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα,\n514  ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ·\n515  αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας,\n516  κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ\n517  ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.\n518  ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών,\n519  καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο,\n520  δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,\n521  ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,\n522  παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ\n523  κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,\n524  ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,\n525  ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,\n526  κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,\n527  εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,\n528  ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος\n529  μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.\n530  παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,\n531  γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·\n532  νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,\n533  καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,\n534  κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.\n535  ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.\n536  χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν\n537  ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·\n538  ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης\n539  πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντο\n540  ἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη.\n541  αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ,\n542  ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί,\n543  οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας.\n544  ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ,\n545  φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε·\n546  θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο·\n547  οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται.\n548  χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις\n549  ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα,\n550  ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω.\n551  ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε·\n552  παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα\n553  πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ.\n554  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n555  ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον\n556  ἄλλῃ ἀποκλίναντʼ, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς\n557  πέφραδʼ ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετʼ ὄλεθρος\n558  πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.\n559  τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n560  ξεῖνʼ, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι\n561  γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι.\n562  δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων·\n563  αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι·\n564  τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος,\n565  οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες·\n566  οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε,\n567  οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται.\n568  ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον\n569  ἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο.\n570  ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·\n571  ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος\n572  οἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον,\n573  τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν\n574  ἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας·\n575  στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν.\n576  νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω·\n577  ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι\n578  καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,\n579  τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα\n580  κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο·\n581  τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.\n582  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς\n583  ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,\n584  μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον·\n585  πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,\n586  πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας\n587  νευρήν τʼ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου.\n588  τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n589  εἴ κʼ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι\n590  τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη.\n591  ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ\n592  ἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν\n593  ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.\n594  ἀλλʼ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα\n595  λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,\n596  αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς\n597  ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.\n598  ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδʼ ἐνὶ οἴκῳ,\n599  ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων.\n600  ὣς εἰποῦσʼ ἀνέβαινʼ ὑπερώϊα σιγαλόεντα,\n601  οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.\n602  ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ\n603  κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον\n604  ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":604}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":20,"language":"grc","text":"1  αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς·\n2  κὰμ μὲν ἀδέψητον βοέην στόρεσʼ, αὐτὰρ ὕπερθε\n3  κώεα πόλλʼ ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί·\n4  Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι.\n5  ἔνθʼ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ\n6  κεῖτʼ ἐγρηγορόων· ταὶ δʼ ἐκ μεγάροιο γυναῖκες\n7  ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,\n8  ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.\n9  τοῦ δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·\n10  πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,\n11  ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,\n12  ἦ ἔτʼ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι\n13  ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει.\n14  ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα\n15  ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι,\n16  ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα·\n17  στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·\n18  τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτʼ ἔτλης.\n19  ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ\n20  ἰφθίμους ἑτάρους· σὺ δʼ ἐτόλμας, ὄφρα σε μῆτις\n21  ἐξάγαγʼ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι.\n22  ὣς ἔφατʼ, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ·\n23  τῷ δὲ μάλʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα\n24  νωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα.\n25  ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο,\n26  ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα\n27  αἰόλλῃ, μάλα δʼ ὦκα λιλαίεται ὀπτηθῆναι,\n28  ὣς ἄρʼ ὅ γʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων\n29  ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει\n30  μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη\n31  οὐρανόθεν καταβᾶσα· δέμας δʼ ἤϊκτο γυναικί·\n32  στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε·\n33  τίπτʼ αὖτʼ ἐγρήσσεις, πάντων περὶ κάμμορε φωτῶν;\n34  οἶκος μέν τοι ὅδʼ ἐστί, γυνὴ δέ τοι ἥδʼ ἐνὶ οἴκῳ\n35  καὶ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα.\n36  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n37  ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες·\n38  ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,\n39  ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω,\n40  μοῦνος ἐών· οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔασι.\n41  πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω·\n42  εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,\n43  πῆ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα.\n44  τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·\n45  σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθʼ ἑταίρῳ,\n46  ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν·\n47  αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω\n48  ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν·\n49  εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων\n50  νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ,\n51  καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.\n52  ἀλλʼ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν\n53  πάννυχον ἐγρήσσοντα, κακῶν δʼ ὑποδύσεαι ἤδη.\n54  ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν,\n55  αὐτὴ δʼ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων.\n56  εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ,\n57  λυσιμελής, ἄλοχος δʼ ἄρʼ ἐπέγρετο κεδνὰ ἰδυῖα·\n58  κλαῖε δʼ ἄρʼ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.\n59  αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν,\n60  Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν·\n61  Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη\n62  ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο\n63  αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα\n64  οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα,\n65  ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.\n66  ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·\n67  τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο\n68  ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη\n69  τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·\n70  Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν\n71  εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή,\n72  ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.\n73  εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,\n74  κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο—\n75  ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα,\n76  μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων—\n77  τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο\n78  καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·\n79  ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες,\n80  ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα\n81  ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,\n82  μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.\n83  ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις\n84  ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,\n85  νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων,\n86  ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ—\n87  αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων.\n88  τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,\n89  τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ\n90  χαῖρʼ, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ ἤδη.\n91  ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.\n92  τῆς δʼ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς·\n93  μερμήριζε δʼ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν\n94  ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι.\n95  χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν,\n96  ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην\n97  θῆκε θύραζε φέρων, Διὶ δʼ εὔξατο χεῖρας ἀνασχών·\n98  Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν\n99  ἤγετʼ ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην,\n100  φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων\n101  ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.\n102  ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς,\n103  αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου,\n104  ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς.\n105  φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς\n106  πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,\n107  τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες\n108  ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.\n109  αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,\n110  ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο·\n111  ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·\n112  Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις,\n113  ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος,\n114  οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις.\n115  κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·\n116  μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε\n117  ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν,\n118  οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν\n119  ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν.\n120  ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς\n121  Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας.\n122  αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος\n123  ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ.\n124  Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,\n125  εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ·\n126  ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,\n127  εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ·\n128  στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, πρὸς δʼ Εὐρύκλειαν ἔειπε·\n129  μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ\n130  εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής;\n131  τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα·\n132  ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων\n133  χείρονα, τὸν δέ τʼ ἀρείονʼ ἀτιμήσασʼ ἀποπέμπει.\n134  τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·\n135  οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο.\n136  οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρʼ ἔθελʼ αὐτός,\n137  σίτου δʼ οὐκέτʼ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν.\n138  ἀλλʼ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,\n139  ἡ μὲν δέμνιʼ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,\n140  αὐτὰρ ὅ γʼ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος,\n141  οὐκ ἔθελʼ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,\n142  ἀλλʼ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν\n143  ἔδραθʼ ἐνὶ προδόμῳ· χλαῖναν δʼ ἐπιέσσαμεν ἡμεῖς.\n144  ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει\n145  ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.\n146  βῆ δʼ ἴμεν εἰς ἀγορὴν μετʼ ἐϋκνήμιδας Ἀχαιούς.\n147  ἡ δʼ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,\n148  Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο·\n149  ἀγρεῖθʼ, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι,\n150  ῥάσσατέ τʼ, ἔν τε θρόνοις εὐποιήτοισι τάπητας\n151  βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας\n152  πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας\n153  καὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθʼ ὕδωρ\n154  ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι.\n155  οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο,\n156  ἀλλὰ μάλʼ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή.\n157  ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο.\n158  αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον,\n159  αἱ δʼ αὐτοῦ κατὰ δώματʼ ἐπισταμένως πονέοντο.\n160  ἐς δʼ ἦλθον δρηστῆρες Ἀχαιῶν. οἱ μὲν ἔπειτα\n161  εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες\n162  ἦλθον ἀπὸ κρήνης· ἐπὶ δέ σφισιν ἦλθε συβώτης\n163  τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.\n164  καὶ τοὺς μέν ῥʼ εἴασε καθʼ ἕρκεα καλὰ νέμεσθαι,\n165  αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα μειλιχίοισι·\n166  ξεῖνʼ, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν,\n167  ἦέ σʼ ἀτιμάζουσι κατὰ μέγαρʼ, ὡς τὸ πάρος περ;\n168  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς·\n169  αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην,\n170  ἣν οἵδʼ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται\n171  οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδʼ αἰδοῦς μοῖραν ἔχουσιν.\n172  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,\n173  ἀγχίμολον δέ σφʼ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν.\n174  αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι,\n175  δεῖπνον μνηστήρεσσι. δύω δʼ ἅμʼ ἕποντο νομῆες.\n176  καὶ τὰς μὲν κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,\n177  αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα κερτομίοισι·\n178  ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις κατὰ δῶμα\n179  ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε;\n180  πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω\n181  πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον\n182  αἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν.\n183  ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς,\n184  ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.\n185  τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,\n186  βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.\n187  πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους\n188  ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.\n189  καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,\n190  αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς·\n191  τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,\n192  ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι\n193  ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;\n194  δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·\n195  ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,\n196  ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.\n197  ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,\n198  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n199  χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω\n200  ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.\n201  Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·\n202  οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,\n203  μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.\n204  ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε\n205  μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω\n206  τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι,\n207  εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.\n208  εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,\n209  ὤ μοι ἔπειτʼ Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶν\n210  εἷσʼ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.\n211  νῦν δʼ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως\n212  ἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·\n213  τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς\n214  ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,\n215  οὐδʼ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη\n216  κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος.\n217  αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι\n218  πόλλʼ ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος\n219  ἄλλων δῆμον ἱκέσθαι ἰόντʼ αὐτῇσι βόεσσιν,\n220  ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον, αὖθι μένοντα\n221  βουσὶν ἐπʼ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.\n222  καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων\n223  ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτʼ ἀνεκτὰ πέλονται·\n224  ἀλλʼ ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν\n225  ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ.\n226  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n227  βουκόλʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας,\n228  γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει,\n229  τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·\n230  ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα\n231  ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,\n232  ἦ σέθεν ἐνθάδʼ ἐόντος ἐλεύσεται οἴκαδʼ Ὀδυσσεύς·\n233  σοῖσιν δʼ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κʼ ἐθέλῃσθα,\n234  κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν.\n235  τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·\n236  αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων·\n237  γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.\n238  ὣς δʼ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι\n239  νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.\n240  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,\n241  μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε\n242  ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,\n243  αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν.\n244  τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν·\n245  ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή,\n246  Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός.\n247  ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.\n248  ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο\n249  χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,\n250  οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,\n251  ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·\n252  σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον\n253  κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης.\n254  σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,\n255  καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς.\n256  οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.\n257  Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,\n258  ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,\n259  δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν·\n260  πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν\n261  ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·\n262  ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων·\n263  κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω\n264  πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν\n265  οἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος.\n266  ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς\n267  καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.\n268  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες\n269  Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.\n270  τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·\n271  καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί,\n272  Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει.\n273  οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη\n274  παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν.\n275  ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων.\n276  κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην\n277  ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ\n278  ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.\n279  οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,\n280  μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα·\n281  πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο\n282  ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει\n283  Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.\n284  μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη\n285  λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον\n286  δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.\n287  ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,\n288  Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν·\n289  ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι\n290  μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.\n291  ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·\n292  κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω·\n293  μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,\n294  ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον\n295  ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται.\n296  ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς\n297  ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ\n298  δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.\n299  ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.\n300  κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς\n301  ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ\n302  σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.\n303  Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·\n304  Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ·\n305  οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.\n306  ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,\n307  καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο\n308  ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ\n309  φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,\n310  ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα.\n311  ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,\n312  μήλων σφαζομένων οἴνοιό τε πινομένοιο\n313  καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.\n314  ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·\n315  εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,\n316  καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη\n317  τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,\n318  ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας\n319  ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.\n320  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·\n321  ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·\n322  ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ\n323  ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·\n324  μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον\n325  δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.\n326  Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην\n327  ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.\n328  ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει\n329  νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,\n330  τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε\n331  μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν,\n332  εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·\n333  νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν.\n334  ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,\n335  γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,\n336  ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,\n337  ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.\n338  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n339  οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,\n340  ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,\n341  οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω\n342  γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι.\n343  αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι\n344  μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.\n345  ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη\n346  ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.\n347  οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,\n348  αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων\n349  δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός.\n350  τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·\n351  ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων\n352  εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.\n353  οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,\n354  αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·\n355  εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,\n356  ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ\n357  οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς.\n358  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.\n359  τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·\n360  ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.\n361  ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε\n362  εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.\n363  τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·\n364  Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν·\n365  εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω\n366  καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.\n367  τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν\n368  ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο\n369  μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος\n370  ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.\n371  ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,\n372  ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.\n373  μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες\n374  Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·\n375  ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·\n376  Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος·\n377  οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,\n378  σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων\n379  ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης.\n380  ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.\n381  ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·\n382  τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες\n383  ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.\n384  ὣς ἔφασαν μνηστῆρες· ὁ δʼ οὐκ ἐμπάζετο μύθων,\n385  ἀλλʼ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί,\n386  ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.\n387  ἡ δὲ κατʼ ἄντηστιν θεμένη περικαλλέα δίφρον\n388  κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,\n389  ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.\n390  δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο\n391  ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλʼ ἱέρευσαν·\n392  δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,\n393  οἷον δὴ τάχʼ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ\n394  θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":394}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":21,"language":"grc","text":"1  τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,\n2  κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,\n3  τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον\n4  ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.\n5  κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,\n6  εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ\n7  καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν.\n8  βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν\n9  ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,\n10  χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.\n11  ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη\n12  ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί,\n13  δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας\n14  Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.\n15  τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν\n16  οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς\n17  ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·\n18  μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν\n19  νηυσὶ πολυκλήϊσι τριηκόσιʼ ἠδὲ νομῆας.\n20  τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς\n21  παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.\n22  Ἴφιτος αὖθʼ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο\n23  δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοί·\n24  αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,\n25  ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,\n26  φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,\n27  ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ,\n28  σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατʼ οὐδὲ τράπεζαν,\n29  τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν,\n30  ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.\n31  τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,\n32  τὸ πρὶν μέν ῥʼ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ\n33  κάλλιπʼ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.\n34  τῷ δʼ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,\n35  ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ\n36  γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν\n37  Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,\n38  ὅς οἱ τόξον ἔδωκε. τὸ δʼ οὔ ποτε δῖος Ὀδυσσεὺς\n39  ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν\n40  ᾑρεῖτʼ, ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο\n41  κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.\n42  ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν\n43  οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων\n44  ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,\n45  ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς,\n46  αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,\n47  ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας\n48  ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος\n49  βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα\n50  πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.\n51  ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ\n52  ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο.\n53  ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον\n54  αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.\n55  ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,\n56  κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος.\n57  ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,\n58  βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς\n59  τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην\n60  ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί.\n61  τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος\n62  κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.\n63  ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,\n64  στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,\n65  ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.\n66  ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.\n67  αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·\n68  κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα\n69  ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ\n70  ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην\n71  μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,\n72  ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.\n73  ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.\n74  θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·\n75  ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι\n76  καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,\n77  τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα\n78  κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,\n79  τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.\n80  ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,\n81  τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.\n82  δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·\n83  κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.\n84  Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·\n85  νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,\n86  ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ\n87  θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως\n88  κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.\n89  ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε\n90  κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,\n91  μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω\n92  ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.\n93  οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν\n94  οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,\n95  καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα.\n96  ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει\n97  νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.\n98  ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν\n99  ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα\n100  ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους.\n101  τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·\n102  ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·\n103  μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,\n104  ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·\n105  αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.\n106  ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον,\n107  οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν,\n108  οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης·\n109  οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης·\n110  καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου;\n111  ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου\n112  δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.\n113  καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·\n114  εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,\n115  οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ\n116  λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην\n117  οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.\n118  ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν\n119  ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων.\n120  πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας\n121  πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,\n122  ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας,\n123  ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει.\n124  στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.\n125  τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,\n126  τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,\n127  νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.\n128  καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,\n129  ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.\n130  τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·\n131  ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ ἄκικυς,\n132  ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα\n133  ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.\n134  ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,\n135  τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.\n136  ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,\n137  κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,\n138  αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,\n139  ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.\n140  τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·\n141  ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,\n142  ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.\n143  ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.\n144  Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,\n145  ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν\n146  ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ\n147  ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·\n148  ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.\n149  στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,\n150  οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων\n151  ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·\n152  ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.\n153  πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει\n154  θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι\n155  τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ\n156  ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.\n157  νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ\n158  γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.\n159  αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,\n160  ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων\n161  μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα\n162  γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.\n163  ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,\n164  κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,\n165  αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,\n166  ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.\n167  Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·\n168  Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,\n169  δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων—\n170  εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει\n171  θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.\n172  οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ\n173  οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν·\n174  ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.\n175  ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν·\n176  ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,\n177  πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ,\n178  ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,\n179  ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,\n180  τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.\n181  ὣς φάθʼ, ὁ δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,\n182  πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ,\n183  ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·\n184  τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο\n185  ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.\n186  Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,\n187  ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.\n188  τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω\n189  βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·\n190  ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.\n191  ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,\n192  φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·\n193  βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,\n194  ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.\n195  ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι\n196  ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;\n197  ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ;\n198  εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.\n199  τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·\n200  Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,\n201  ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·\n202  γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.\n203  ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι\n204  νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.\n205  αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,\n206  ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·\n207  ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας\n208  ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.\n209  γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω\n210  οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα\n211  εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.\n212  σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.\n213  εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,\n214  ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω\n215  οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα\n216  Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.\n217  εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,\n218  ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,\n219  οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι\n220  Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.\n221  ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.\n222  τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα,\n223  κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,\n224  καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους\n225  ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.\n226  καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,\n227  εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·\n228  παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται\n229  ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.\n230  ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες,\n231  πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·\n232  ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,\n233  οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·\n234  ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον\n235  ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ\n236  κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,\n237  ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ\n238  ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε\n239  προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.\n240  σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς\n241  κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι.\n242  ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·\n243  ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·\n244  ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.\n245  Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,\n246  θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς\n247  ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ·\n248  ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·\n249  ὢ πόποι, ἧ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ πάντων·\n250  οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·\n251  εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ\n252  ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν·\n253  ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν\n254  ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι\n255  τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.\n256  τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·\n257  Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.\n258  νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο\n259  ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι\n260  κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας\n261  ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω,\n262  ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.\n263  ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,\n264  ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·\n265  ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,\n266  αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν,\n267  ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ\n268  τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.\n269  ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.\n270  τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,\n271  κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,\n272  νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.\n273  οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,\n274  τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·\n275  κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης·\n276  ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·\n277  Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα\n278  λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,\n279  νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·\n280  ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν.\n281  ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν\n282  χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτʼ ἐστὶν\n283  ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,\n284  ἦ ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε.\n285  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν,\n286  δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.\n287  Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·\n288  ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί·\n289  οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν\n290  δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις\n291  μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος\n292  ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.\n293  οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους\n294  βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ.\n295  οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,\n296  ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,\n297  ἐς Λαπίθας ἐλθόνθʼ· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ,\n298  μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο·\n299  ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε\n300  ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ\n301  ῥῖνάς τʼ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς\n302  ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.\n303  ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,\n304  οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.\n305  ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον\n306  ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις\n307  ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ\n308  εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,\n309  πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος\n310  πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν.\n311  τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n312  Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον\n313  ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται·\n314  ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον\n315  ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας,\n316  οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;\n317  οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε·\n318  μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων\n319  ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.\n320  τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·\n321  κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,\n322  οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν·\n323  ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,\n324  μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν\n325  ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν\n326  μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·\n327  ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν\n328  ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου.\n329  ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο.\n330  τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n331  Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον\n332  ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν\n333  ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε;\n334  οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής,\n335  πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.\n336  ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.\n337  ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·\n338  εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,\n339  ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,\n340  δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,\n341  καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα,\n342  πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.\n343  τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n344  μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο\n345  κρείσσων, ᾧ κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,\n346  οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,\n347  οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·\n348  τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι\n349  καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.\n350  ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,\n351  ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε\n352  ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει\n353  πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.\n354  ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·\n355  παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.\n356  ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ\n357  κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον\n358  ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.\n359  αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·\n360  μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·\n361  ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·\n362  πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,\n363  πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέες κατέδονται\n364  οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων\n365  ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.\n366  ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,\n367  δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.\n368  Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·\n369  ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι πιθήσεις\n370  μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,\n371  βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.\n372  αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι,\n373  μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·\n374  τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαι\n375  ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.\n376  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν\n377  μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο\n378  Τηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης\n379  ἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.\n380  ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·\n381  Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,\n382  κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.\n383  ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ\n384  ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε\n385  προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.\n386  ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,\n387  κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.\n388  σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,\n389  κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς.\n390  κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης\n391  βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός·\n392  ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,\n393  εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα\n394  πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,\n395  μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.\n396  ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·\n397  ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·\n398  ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται\n399  ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ\n400  νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.\n401  ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·\n402  αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν\n403  ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.\n404  ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,\n405  αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,\n406  ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς\n407  ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,\n408  ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,\n409  ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.\n410  δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·\n411  ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.\n412  μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς\n413  ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων·\n414  γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.\n415  ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω·\n416  εἵλετο δʼ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ\n417  γυμνός· τοὶ δʼ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης\n418  κείατο, τῶν τάχʼ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.\n419  τόν ῥʼ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,\n420  αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δʼ ὀϊστὸν\n421  ἄντα τιτυσκόμενος, πελέκεων δʼ οὐκ ἤμβροτε πάντων\n422  πρώτης στειλειῆς, διὰ δʼ ἀμπερὲς ἦλθε θύραζε\n423  ἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε·\n424  Τηλέμαχʼ, οὔ σʼ ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει\n425  ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον\n426  δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,\n427  οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.\n428  νῦν δʼ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι\n429  ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι\n430  μολπῇ καὶ φόρμιγγι· τὰ γάρ τʼ ἀναθήματα δαιτός.\n431  ἦ καὶ ἐπʼ ὀφρύσι νεῦσεν· ὁ δʼ ἀμφέθετο ξίφος ὀξὺ\n432  Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,\n433  ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δʼ ἄρʼ αὐτοῦ\n434  πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":434}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":22,"language":"grc","text":"1  αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,\n2  ἆλτο δʼ ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην\n3  ἰῶν ἐμπλείην, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς\n4  αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν·\n5  οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται·\n6  νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,\n7  εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.\n8  ἦ καὶ ἐπʼ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.\n9  ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,\n10  χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,\n11  ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ\n12  μέμβλετο· τίς κʼ οἴοιτο μετʼ ἀνδράσι δαιτυμόνεσσι\n13  μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,\n14  οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;\n15  τὸν δʼ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,\n16  ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή.\n17  ἐκλίνθη δʼ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς\n18  βλημένου, αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν\n19  αἵματος ἀνδρομέοιο· θοῶς δʼ ἀπὸ εἷο τράπεζαν\n20  ὦσε ποδὶ πλήξας, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε·\n21  σῖτός τε κρέα τʼ ὀπτὰ φορύνετο. τοὶ δʼ ὁμάδησαν\n22  μνηστῆρες κατὰ δώμαθʼ, ὅπως ἴδον ἄνδρα πεσόντα,\n23  ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,\n24  πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους·\n25  οὐδέ πη ἀσπὶς ἔην οὐδʼ ἄλκιμον ἔγχος ἑλέσθαι.\n26  νείκειον δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι·\n27  ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτʼ ἀέθλων\n28  ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.\n29  καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγʼ ἄριστος\n30  κούρων εἰν Ἰθάκῃ· τῷ σʼ ἐνθάδε γῦπες ἔδονται.\n31  ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα\n32  ἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,\n33  ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπτο.\n34  τοὺς δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·\n35  ὦ κύνες, οὔ μʼ ἔτʼ ἐφάσκεθʼ ὑπότροπον οἴκαδʼ ἱκέσθαι\n36  δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,\n37  δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,\n38  αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,\n39  οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,\n40  οὔτε τινʼ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι·\n41  νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπται.\n42  ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν·\n43  πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον.\n44  Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·\n45  εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,\n46  ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί,\n47  πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δʼ ἐπʼ ἀγροῦ.\n48  ἀλλʼ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων,\n49  Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα,\n50  οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων,\n51  ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων,\n52  ὄφρʼ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι\n53  αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας.\n54  νῦν δʼ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν\n55  σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον,\n56  ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,\n57  τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,\n58  χαλκόν τε χρυσόν τʼ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ\n59  ἰανθῇ· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.\n60  τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·\n61  Εὐρύμαχʼ, οὐδʼ εἴ μοι πατρώϊα πάντʼ ἀποδοῖτε,\n62  ὅσσα τε νῦν ὔμμʼ ἐστὶ καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε,\n63  οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο\n64  πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.\n65  νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι\n66  ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ·\n67  ἀλλά τινʼ οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.\n68  ὣς φάτο, τῶν δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.\n69  τοῖσιν δʼ Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις·\n70  ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους,\n71  ἀλλʼ ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην,\n72  οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάντας\n73  ἄμμε κατακτείνῃ· ἀλλὰ μνησώμεθα χάρμης.\n74  φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας\n75  ἰῶν ὠκυμόρων· ἐπὶ δʼ αὐτῷ πάντες ἔχωμεν\n76  ἀθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων,\n77  ἔλθωμεν δʼ ἀνὰ ἄστυ, βοὴ δʼ ὤκιστα γένοιτο·\n78  τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.\n79  ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ\n80  χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δʼ ἐπʼ αὐτῷ\n81  σμερδαλέα ἰάχων· ὁ δʼ ἁμαρτῆ δῖος Ὀδυσσεὺς\n82  ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν,\n83  ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δʼ ἄρα χειρὸς\n84  φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ\n85  κάππεσεν ἰδνωθείς, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε\n86  καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ\n87  θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι\n88  λακτίζων ἐτίνασσε· κατʼ ὀφθαλμῶν δʼ ἔχυτʼ ἀχλύς.\n89  Ἀμφίνομος δʼ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο\n90  ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ,\n91  εἴ πώς οἱ εἴξειε θυράων. ἀλλʼ ἄρα μιν φθῆ\n92  Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ\n93  ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·\n94  δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.\n95  Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος\n96  αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶν\n97  ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε\n98  φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.\n99  βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,\n100  ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·\n101  ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε\n102  καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν\n103  αὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ\n104  καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον.\n105  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n106  οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρʼ ὀϊστοί,\n107  μή μʼ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα.\n108  ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,\n109  βῆ δʼ ἴμεναι θάλαμόνδʼ, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο.\n110  ἔνθεν τέσσαρα μὲν σάκεʼ ἔξελε, δούρατα δʼ ὀκτὼ\n111  καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας·\n112  βῆ δὲ φέρων, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,\n113  αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν·\n114  ὣς δʼ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά,\n115  ἔσταν δʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην.\n116  αὐτὰρ ὅ γʼ, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί.\n117  τόφρα μνηστήρων ἕνα γʼ αἰεὶ ᾧ ἐνὶ οἴκῳ\n118  βάλλε τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.\n119  αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα,\n120  τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο\n121  ἔκλινʼ ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα,\n122  αὐτὸς δʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,\n123  κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν,\n124  ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·\n125  εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ.\n126  ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ,\n127  ἀκρότατον δὲ παρʼ οὐδὸν ἐϋσταθέος μεγάροιο\n128  ἦν ὁδὸς ἐς λαύρην, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι.\n129  τὴν δʼ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν\n130  ἑσταότʼ ἄγχʼ αὐτῆς· μία δʼ οἴη γίγνετʼ ἐφορμή.\n131  τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·\n132  ὦ φίλοι, οὐκ ἂν δή τις ἀνʼ ὀρσοθύρην ἀναβαίη\n133  καὶ εἴποι λαοῖσι, βοὴ δʼ ὤκιστα γένοιτο;\n134  τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.\n135  τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·\n136  οὔ πως ἔστʼ, Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶς\n137  αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης·\n138  καί χʼ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τʼ ἄλκιμος εἴη.\n139  ἀλλʼ ἄγεθʼ, ὑμῖν τεύχεʼ ἐνείκω θωρηχθῆναι\n140  ἐκ θαλάμου· ἔνδον γάρ, ὀΐομαι, οὐδέ πη ἄλλῃ\n141  τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.\n142  ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,\n143  εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.\n144  ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρα\n145  καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας·\n146  βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.\n147  καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,\n148  ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα\n149  μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον.\n150  αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·\n151  Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν\n152  νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.\n153  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n154  ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον—οὐδέ τις ἄλλος\n155  αἴτιος—ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν\n156  κάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.\n157  ἀλλʼ ἴθι, δῖʼ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο\n158  καὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,\n159  ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω.\n160  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,\n161  βῆ δʼ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν,\n162  οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός,\n163  αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·\n164  διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,\n165  κεῖνος δʼ αὖτʼ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθʼ αὐτοί,\n166  ἔρχεται ἐς θάλαμον· σὺ δέ μοι νημερτὲς ἐνίσπες,\n167  ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι,\n168  ἦε σοὶ ἐνθάδʼ ἄγω, ἵνʼ ὑπερβασίας ἀποτίσῃ\n169  πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.\n170  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n171  ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς\n172  σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας.\n173  σφῶϊ δʼ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν\n174  ἐς θάλαμον βαλέειν, σανίδας δʼ ἐκδῆσαι ὄπισθε,\n175  σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε\n176  κίονʼ ἀνʼ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν,\n177  ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπʼ ἄλγεα πάσχῃ·\n178  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,\n179  βὰν δʼ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.\n180  ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχεʼ ἐρεύνα,\n181  τὼ δʼ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.\n182  εὖθʼ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,\n183  τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,\n184  τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ,\n185  Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε·\n186  δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων·\n187  τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω\n188  κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,\n189  σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ\n190  εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν\n191  υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·\n192  σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε\n193  κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.\n194  τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·\n195  νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,\n196  εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·\n197  οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων\n198  λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς\n199  αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.\n200  ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·\n201  τὼ δʼ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,\n202  βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην.\n203  ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ\n204  τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.\n205  τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,\n206  Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.\n207  τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε·\n208  Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δʼ ἑτάροιο φίλοιο,\n209  ὅς σʼ ἀγαθὰ ῥέζεσκον· ὁμηλικίην δέ μοί ἐσσι.\n210  ὣς φάτʼ, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην.\n211  μνηστῆρες δʼ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι·\n212  πρῶτος τήν γʼ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος·\n213  Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς\n214  μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ.\n215  ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω·\n216  ὁππότε κεν τούτους κτέωμεν, πατέρʼ ἠδὲ καὶ υἱόν,\n217  ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς\n218  ἔρδειν ἐν μεγάροις· σῷ δʼ αὐτοῦ κράατι τίσεις.\n219  αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ,\n220  κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ θύρηφι,\n221  τοῖσιν Ὀδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷας\n222  ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας\n223  οὐδʼ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.\n224  ὣς φάτʼ, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,\n225  νείκεσσεν δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν·\n226  οὐκέτι σοί γʼ, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή\n227  οἵη ὅτʼ ἀμφʼ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ,\n228  εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,\n229  πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,\n230  σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.\n231  πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθʼ ἱκάνεις,\n232  ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;\n233  ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,\n234  ὄφρʼ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν\n235  Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.\n236  ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,\n237  ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν\n238  ἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο.\n239  αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον\n240  ἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.\n241  μνηστῆρας δʼ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,\n242  Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε,\n243  Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων·\n244  οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχʼ ἄριστοι,\n245  ὅσσοι ἔτʼ ἔζωον περί τε ψυχέων ἐμάχοντο·\n246  τοὺς δʼ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.\n247  τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·\n248  ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·\n249  καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,\n250  οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.\n251  τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,\n252  ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς\n253  δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.\n254  τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.\n255  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν,\n256  ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,\n257  τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο\n258  βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·\n259  ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.\n260  αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων,\n261  τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·\n262  ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι\n263  μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν\n264  ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.\n265  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα\n266  ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς,\n267  Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,\n268  Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.\n269  οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,\n270  μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε·\n271  τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο.\n272  αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα\n273  ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.\n274  τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο\n275  βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·\n276  ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.\n277  Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ\n278  λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.\n279  Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ\n280  ὦμον ἐπέγραψεν· τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε.\n281  τοὶ δʼ αὖτʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην,\n282  μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα.\n283  ἔνθʼ αὖτʼ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς,\n284  Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης·\n285  Κτήσιππον δʼ ἄρʼ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ\n286  βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα·\n287  ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν\n288  εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν\n289  μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.\n290  τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας\n291  ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτʼ ἀλητεύοντι.\n292  ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς\n293  οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ.\n294  Τηλέμαχος δʼ Εὐηνορίδην Λειώκριτον οὖτα\n295  δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν·\n296  ἤριπε δὲ πρηνής, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.\n297  δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχεν\n298  ὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν.\n299  οἱ δʼ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι·\n300  τὰς μέν τʼ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν\n301  ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται.\n302  οἱ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι,\n303  ἐξ ὀρέων ἐλθόντες ἐπʼ ὀρνίθεσσι θόρωσι·\n304  ταὶ μέν τʼ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται,\n305  οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ\n306  γίγνεται οὐδὲ φυγή· χαίρουσι δέ τʼ ἀνέρες ἄγρῃ·\n307  ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα\n308  τύπτον ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς\n309  κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦε.\n310  Λειώδης δʼ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων,\n311  καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·\n312  γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·\n313  οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν\n314  εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλους\n315  παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι.\n316  ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι·\n317  τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.\n318  αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς\n319  κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθʼ εὐεργέων·\n320  τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·\n321  εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι,\n322  πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι\n323  τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι,\n324  σοὶ δʼ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι·\n325  τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα.\n326  ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ\n327  κείμενον, ὅ ῥʼ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε\n328  κτεινόμενος· τῷ τόν γε κατʼ αὐχένα μέσσον ἔλασσε.\n329  φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.\n330  Τερπιάδης δʼ ἔτʼ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν,\n331  Φήμιος, ὅς ῥʼ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ.\n332  ἔστη δʼ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν\n333  ἄγχι παρʼ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν,\n334  ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν\n335  ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ\n336  Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν,\n337  ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.\n338  ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,\n339  γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.\n340  ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε\n341  μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,\n342  αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων,\n343  καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·\n344  γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·\n345  αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν\n346  πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.\n347  αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας\n348  παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν\n349  ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.\n350  καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός,\n351  ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων\n352  πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,\n353  ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.\n354  ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο,\n355  αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα·\n356  ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ·\n357  καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ\n358  οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,\n359  εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,\n360  ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.\n361  ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς·\n362  πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα\n363  ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.\n364  αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην.\n365  Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων,\n366  καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·\n367  ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ πατρὶ\n368  μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,\n369  ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον\n370  κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.\n371  τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·\n372  θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,\n373  ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,\n374  ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων.\n375  ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε\n376  ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,\n377  ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.\n378  ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε,\n379  ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,\n380  πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.\n381  πάπτηνεν δʼ Ὀδυσεὺς καθʼ ἑὸν δόμον, εἴ τις ἔτʼ ἀνδρῶν\n382  ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.\n383  τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι\n384  πεπτεῶτας πολλούς, ὥστʼ ἰχθύας, οὕς θʼ ἁλιῆες\n385  κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης\n386  δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες\n387  κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται·\n388  τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν·\n389  ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο.\n390  δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς·\n391  Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν,\n392  ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.\n393  ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,\n394  κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν·\n395  δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε γυναικῶν\n396  δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων·\n397  ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.\n398  ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,\n399  ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,\n400  βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν.\n401  εὗρεν ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,\n402  αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,\n403  ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο·\n404  πᾶν δʼ ἄρα οἱ στῆθός τε παρήϊά τʼ ἀμφοτέρωθεν\n405  αἱματόεντα πέλει, δεινὸς δʼ εἰς ὦπα ἰδέσθαι·\n406  ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.\n407  ἡ δʼ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,\n408  ἴθυσέν ῥʼ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον·\n409  ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,\n410  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n411  ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδʼ ὀλόλυζε·\n412  οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι.\n413  τούσδε δὲ μοῖρʼ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα·\n414  οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,\n415  οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·\n416  τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.\n417  ἀλλʼ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,\n418  αἵ τέ μʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.\n419  τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·\n420  τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.\n421  πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες\n422  δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι,\n423  εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·\n424  τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,\n425  οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν.\n426  Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ\n427  σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.\n428  ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα\n429  εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.\n430  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς\n431  μή πω τήνδʼ ἐπέγειρε· σὺ δʼ ἐνθάδε εἰπὲ γυναιξὶν\n432  ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.\n433  ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει\n434  ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.\n435  αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην\n436  εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα·\n437  ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας·\n438  αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας\n439  ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.\n440  αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε,\n441  δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,\n442  μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,\n443  θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων\n444  ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʼ Ἀφροδίτης,\n445  τὴν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη.\n446  ὣς ἔφαθʼ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι,\n447  αἴνʼ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.\n448  πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας,\n449  κὰδ δʼ ἄρʼ ὑπʼ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς,\n450  ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δʼ Ὀδυσσεὺς\n451  αὐτὸς ἐπισπέρχων· ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ.\n452  αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας\n453  ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.\n454  αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς\n455  λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο\n456  ξῦον· ταὶ δʼ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.\n457  αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο,\n458  δμῳὰς δʼ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο,\n459  μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς,\n460  εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι.\n461  τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχʼ ἀγορεύειν·\n462  μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην\n463  τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατʼ ὀνείδεα χεῦαν\n464  μητέρι θʼ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον.\n465  ὣς ἄρʼ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο\n466  κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο,\n467  ὑψόσʼ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.\n468  ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι\n469  ἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ,\n470  αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος,\n471  ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις\n472  δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.\n473  ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν.\n474  ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν·\n475  τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ\n476  τάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι,\n477  χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.\n478  οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε\n479  εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον·\n480  αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν·\n481  οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ,\n482  ὄφρα θεειώσω μέγαρον· σὺ δὲ Πηνελόπειαν\n483  ἐλθεῖν ἐνθάδʼ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί·\n484  πάσας δʼ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.\n485  τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·\n486  ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες.\n487  ἀλλʼ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐνείκω,\n488  μηδʼ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους\n489  ἕσταθʼ ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη.\n490  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n491  πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.\n492  ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια,\n493  ἤνεικεν δʼ ἄρα πῦρ καὶ θήϊον· αὐτὰρ Ὀδυσσεὺς\n494  εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.\n495  γρηῢς δʼ αὖτʼ ἀπέβη διὰ δώματα κάλʼ Ὀδυσῆος\n496  ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι·\n497  αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.\n498  αἱ μὲν ἄρʼ ἀμφεχέοντο καὶ ἠσπάζοντʼ Ὀδυσῆα,\n499  καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους\n500  χεῖράς τʼ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει\n501  κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δʼ ἄρα φρεσὶ πάσας.","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":501}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":23,"language":"grc","text":"1  γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσετο καγχαλόωσα,\n2  δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα·\n3  γούνατα δʼ ἐρρώσαντο, πόδες δʼ ὑπερικταίνοντο.\n4  στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·\n5  ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι\n6  ὀφθαλμοῖσι τεοῖσι τά τʼ ἔλδεαι ἤματα πάντα.\n7  ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών.\n8  μνηστῆρας δʼ ἔκτεινεν ἀγήνορας, οἵ θʼ ἑὸν οἶκον\n9  κήδεσκον καὶ κτήματʼ ἔδον βιόωντό τε παῖδα.\n10  τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n11  μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται\n12  ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλʼ ἐόντα,\n13  καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν·\n14  οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα.\n15  τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν\n16  ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρεις\n17  ἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας;\n18  οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς\n19  ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.\n20  ἀλλʼ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.\n21  εἰ γάρ τίς μʼ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,\n22  ταῦτʼ ἐλθοῦσʼ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν,\n23  τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι\n24  αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.\n25  τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·\n26  οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλʼ ἔτυμόν τοι\n27  ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,\n28  ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.\n29  Τηλέμαχος δʼ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,\n30  ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,\n31  ὄφρʼ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.\n32  ὣς ἔφαθʼ, ἡ δʼ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα\n33  γρηῒ περιπλέχθη, βλεφάρων δʼ ἀπὸ δάκρυον ἧκεν·\n34  καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·\n35  εἰ δʼ ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς ἐνίσπες,\n36  εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις,\n37  ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε\n38  μοῦνος ἐών, οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.\n39  τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·\n40  οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα\n41  κτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων\n42  ἥμεθʼ ἀτυζόμεναι, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι,\n43  πρίν γʼ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε\n44  Τηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.\n45  εὗρον ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν\n46  ἑσταόθʼ· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες,\n47  κείατʼ ἐπʼ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης.\n48  νῦν δʼ οἱ μὲν δὴ πάντες ἐπʼ αὐλείῃσι θύρῃσιν\n50  ἀθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές,\n51  πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι.\n52  ἀλλʼ ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτον\n53  ἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε.\n54  νῦν δʼ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται·\n55  ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ\n56  καὶ παῖδʼ ἐν μεγάροισι· κακῶς δʼ οἵ πέρ μιν ἔρεζον\n57  μνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ.\n58  τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n59  μαῖα φίλη, μή πω μέγʼ ἐπεύχεο καγχαλόωσα.\n60  οἶσθα γὰρ ὥς κʼ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη\n61  πᾶσι, μάλιστα δʼ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα·\n62  ἀλλʼ οὐκ ἔσθʼ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις,\n63  ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,\n64  ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.\n65  οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,\n66  οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·\n67  τῷ διʼ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς\n68  ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δʼ αὐτός.\n69  τὴν δʼ ἠμείβετʼ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια·\n70  τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,\n71  ἣ πόσιν ἔνδον ἐόντα παρʼ ἐσχάρῃ οὔ ποτʼ ἔφησθα\n72  οἴκαδʼ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος.\n73  ἀλλʼ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω,\n74  οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι.\n75  τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ\n76  εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν\n77  οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο.\n78  ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,\n79  αἴ κέν σʼ ἐξαπάφω, κτεῖναί μʼ οἰκτίστῳ ὀλέθρῳ.\n80  τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·\n81  μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων\n82  δήνεα εἴρυσθαι, μὰλα περ πολύϊδριν ἐοῦσαν.\n83  ἀλλʼ ἔμπης ἴομεν μετὰ παῖδʼ ἐμόν, ὄφρα ἴδωμαι\n84  ἄνδρας μνηστῆρας τεθνηότας, ἠδʼ ὃς ἔπεφνεν.\n85  ὣς φαμένη κατέβαινʼ ὑπερώϊα· πολλὰ δέ οἱ κῆρ\n86  ὥρμαινʼ, ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι,\n87  ἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.\n88  ἡ δʼ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν,\n89  ἕζετʼ ἔπειτʼ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ,\n90  τοίχου τοῦ ἑτέρου· ὁ δʼ ἄρα πρὸς κίονα μακρὴν\n91  ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι\n92  ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.\n93  ἡ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν·\n94  ὄψει δʼ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,\n95  ἄλλοτε δʼ ἀγνώσασκε κακὰ χροῒ εἵματʼ ἔχοντα.\n96  Τηλέμαχος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·\n97  μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,\n98  τίφθʼ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρʼ αὐτὸν\n99  ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς;\n100  οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ\n101  ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας\n102  ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν·\n103  σοὶ δʼ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.\n104  τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n105  τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,\n106  οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδʼ ἐρέεσθαι\n107  οὐδʼ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δʼ ἐτεὸν δὴ\n108  ἔστʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ\n109  γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν\n110  σήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων.\n111  ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,\n112  αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·\n113  Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον\n114  πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.\n115  νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,\n116  τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.\n117  ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.\n118  καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,\n119  ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,\n120  φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·\n121  ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι\n122  κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.\n123  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n124  αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην\n125  μῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοι\n126  ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.\n127  ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι\n128  ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.\n129  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς\n130  τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.\n131  πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,\n132  δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι·\n133  αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν\n134  ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,\n135  ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,\n136  ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι·\n137  μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται\n138  ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω\n139  ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα\n140  φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.\n141  ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο\n142  πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,\n143  ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς\n144  φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε\n145  μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.\n146  τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν\n147  ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.\n148  ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·\n149  ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν·\n150  σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο\n151  εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.\n152  ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.\n153  αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ\n154  Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,\n155  ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·\n156  αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη\n157  μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος\n158  οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.\n159  ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ\n160  ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη\n161  τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει·\n162  ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.\n163  ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·\n164  ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη,\n165  ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε·\n166  δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων\n167  κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες·\n168  οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ\n169  ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας\n170  ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.\n171  ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς\n172  λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ.\n173  τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n174  δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζω\n175  οὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθα\n176  ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.\n177  ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,\n178  ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει·\n179  ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν,\n180  κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.\n181  ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς\n182  ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν·\n183  ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·\n184  τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη\n185  καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν\n186  ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.\n187  ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν,\n188  ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται\n189  ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος.\n190  θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,\n191  ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων.\n192  τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα,\n193  πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,\n194  κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.\n195  καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,\n196  κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ\n197  εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,\n198  ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.\n199  ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα,\n200  δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι·\n201  ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.\n202  οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,\n203  ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη\n204  ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης.\n205  ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,\n206  σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς·\n207  δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας\n208  δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα·\n209  μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα\n210  ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν,\n211  οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε\n212  ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.\n213  αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,\n214  οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.\n215  αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν\n216  ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν\n217  ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.\n218  οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,\n219  ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,\n220  εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν\n221  ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.\n222  τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·\n223  τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ\n224  λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.\n225  νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας\n226  εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,\n227  ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,\n228  Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,\n229  ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,\n230  πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα.\n231  ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο·\n232  κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.\n233  ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,\n234  ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ\n235  ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·\n236  παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε\n237  νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,\n238  ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες·\n239  ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,\n240  δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.\n241  καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,\n242  εἰ μὴ ἄρʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.\n243  νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε\n244  ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους\n245  ζεύγνυσθʼ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας,\n246  Λάμπον καὶ Φαέθονθʼ, οἵ τʼ Ἠῶ πῶλοι ἄγουσι.\n247  καὶ τότʼ ἄρʼ ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς\n248  ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατʼ ἀέθλων\n249  ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται,\n250  πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.\n251  ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο\n252  ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,\n253  νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ.\n254  ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη\n255  ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.\n256  τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n257  εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ\n258  σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι\n259  οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·\n260  ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,\n261  εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,\n262  πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον.\n263  τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n264  δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις\n265  εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʼ ἐπικεύσω.\n266  οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς\n267  χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἄνωγεν\n268  ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντʼ εὐῆρες ἐρετμόν,\n269  εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν\n270  ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·\n271  οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους,\n272  οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.\n273  σῆμα δέ μοι τόδʼ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω·\n274  ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης\n275  φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,\n276  καὶ τότε μʼ ἐν γαίῃ πήξαντʼ ἐκέλευεν ἐρετμόν,\n277  ἔρξανθʼ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,\n278  ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,\n279  οἴκαδʼ ἀποστείχειν, ἔρδειν θʼ ἱερὰς ἑκατόμβας\n280  ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,\n281  πᾶσι μάλʼ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ\n282  ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ\n283  γήρα’ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ\n284  ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.\n285  τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·\n286  εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,\n287  ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.\n288  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·\n289  τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν\n290  ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων.\n291  αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,\n292  γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,\n293  τοῖσιν δʼ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν\n294  ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα·\n295  ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα\n296  ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·\n297  αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης\n298  παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,\n299  αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.\n300  τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,\n301  τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,\n302  ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,\n303  ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον,\n304  οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,\n305  ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·\n306  αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν\n307  ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε,\n308  πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος\n309  πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.\n310  ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ ἔπειτα\n311  ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·\n312  ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν\n313  ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν·\n314  ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο\n315  καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι\n316  ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα\n317  πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·\n318  ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,\n319  οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους\n320  πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ·\n321  καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,\n322  ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,\n323  ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,\n324  νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους\n325  μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα·\n326  ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,\n327  ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν\n328  Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν·\n329  ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·\n330  ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ\n331  Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι\n332  πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·\n333  ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,\n334  ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,\n335  ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε\n336  θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·\n337  ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·\n338  ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,\n339  οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο\n340  καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,\n341  χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.\n342  τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος\n343  λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.\n344  ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·\n345  ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν\n346  εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,\n347  αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν\n348  ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺς\n349  εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν·\n350  ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων\n351  ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον\n352  κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι\n353  ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης·\n354  νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν,\n355  κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,\n356  μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,\n357  πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ\n358  δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.\n359  ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,\n360  ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται·\n361  σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ·\n362  αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι\n363  ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·\n364  εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν\n365  ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε.\n366  ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά,\n367  ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,\n368  πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.\n369  οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,\n370  ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον· ἦρχε δʼ Ὀδυσσεύς.\n371  ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δʼ ἄρʼ Ἀθήνη\n372  νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":371}
{"type":"book_text","work_id":"work:grc:homer:odyssey","book":24,"language":"grc","text":"1  Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο\n2  ἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶν\n3  καλὴν χρυσείην, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει\n4  ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·\n5  τῇ ῥʼ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.\n6  ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο\n7  τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν\n8  ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται,\n9  ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν· ἦρχε δʼ ἄρα σφιν\n10  Ἑρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα.\n11  πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,\n12  ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων\n13  ἤϊσαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα,\n14  ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.\n15  εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος\n16  καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο\n17  Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε\n18  τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐδαο\n19  ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ\n20  ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο\n21  ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ\n22  οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.\n23  τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·\n24  Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ\n25  ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,\n26  οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες\n27  δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί.\n28  ἦ τʼ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν\n29  μοῖρʼ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.\n30  ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,\n31  δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·\n32  τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,\n33  ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω·\n34  νῦν δʼ ἄρα σʼ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.\n35  τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο·\n36  ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,\n37  ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοι\n38  κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,\n39  μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίης\n40  κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.\n41  ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπαν\n42  παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.\n43  αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,\n44  κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν\n45  ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ\n46  δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.\n47  μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν\n48  ἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρει\n49  θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·\n50  καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,\n51  εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,\n52  Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·\n53  ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·\n54  ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν·\n55  μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν\n56  ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.\n57  ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί·\n58  ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος\n59  οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.\n60  Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ\n61  θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας\n62  Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.\n63  ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ\n64  κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι·\n65  ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ\n66  μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.\n67  καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ\n68  καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ\n69  τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,\n70  πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει\n71  αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,\n72  ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,\n73  οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ\n74  χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον\n75  φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.\n76  ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,\n77  μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,\n78  χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων\n79  τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.\n80  ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον\n81  χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων\n82  ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,\n83  ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη\n84  τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.\n85  μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα\n86  θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.\n87  ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας\n88  ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος\n89  ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·\n90  ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,\n91  οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,\n92  ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.\n93  ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ\n94  πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,\n95  αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;\n96  ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον\n97  Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.\n98  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,\n99  ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,\n100  ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,\n101  τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.\n102  ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο\n103  παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·\n104  ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.\n105  τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·\n106  Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε\n107  πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως\n108  κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.\n109  ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,\n110  ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;\n111  ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου\n112  βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,\n113  ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;\n114  εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.\n115  ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,\n116  ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ\n117  Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;\n118  μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,\n119  σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.\n120  τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·\n121  Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,\n122  μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·\n123  σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,\n124  ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.\n125  μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·\n126  ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,\n127  ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,\n128  ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·\n129  στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,\n130  λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·\n131  κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,\n132  μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος\n133  ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,\n134  Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν\n135  μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,\n136  μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,\n137  αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.\n138  ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.\n139  ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,\n140  νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.\n141  ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·\n142  ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,\n143  μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,\n144  καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,\n145  καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.\n146  ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.\n147  εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,\n148  πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,\n149  καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων\n150  ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.\n151  ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,\n152  ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·\n153  τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε\n154  ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς\n155  ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε.\n156  τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα,\n157  πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι\n158  σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·\n159  οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα\n160  ἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν,\n161  ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.\n162  αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι\n163  βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·\n164  ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,\n165  σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας\n166  ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,\n167  αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε\n168  τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,\n169  ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.\n170  οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο\n171  νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν.\n172  ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,\n173  ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι\n174  τόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι·\n175  Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.\n176  αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,\n177  ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου,\n178  στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς\n179  δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα.\n180  αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα,\n181  ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.\n182  γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·\n183  αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷ\n184  κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς\n185  κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.\n186  ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦν\n187  σώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·\n188  οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου,\n189  οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων\n190  κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.\n191  τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·\n192  ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ,\n193  ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.\n194  ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,\n195  κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος,\n196  ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται\n197  ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν\n198  ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,\n199  οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,\n200  κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ\n201  ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει\n202  θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.\n203  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,\n204  ἑσταότʼ εἰν Ἀΐδαο δόμοις, ὑπὸ κεύθεσι γαίης·\n205  οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν ἵκοντο\n206  καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτʼ αὐτὸς\n207  Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλʼ ἐμόγησεν.\n208  ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη,\n209  ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον\n210  δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο.\n211  ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα\n212  ἐνδυκέως κομέεσκεν ἐπʼ ἀγροῦ, νόσφι πόληος.\n213  ἔνθʼ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν·\n214  ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω,\n215  δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος·\n216  αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,\n217  αἴ κέ μʼ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν,\n218  ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα.\n219  ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχεʼ ἔδωκεν.\n220  οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς\n221  ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.\n222  οὐδʼ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,\n223  οὐδέ τινα δμώων οὐδʼ υἱῶν· ἀλλʼ ἄρα τοί γε\n224  αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος\n225  ᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.\n226  τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ,\n227  λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα\n228  ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας\n229  κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,\n230  χειρῖδάς τʼ ἐπὶ χερσὶ βάτων ἕνεκʼ· αὐτὰρ ὕπερθεν\n231  αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων.\n232  τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς\n233  γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα,\n234  στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.\n235  μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν\n236  κύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκαστα\n237  εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,\n238  ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.\n239  ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,\n240  πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.\n241  τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.\n242  ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε·\n243  τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός·\n244  ὦ γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν\n245  ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,\n246  οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,\n247  οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.\n248  ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ\n249  αὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας\n250  λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.\n251  οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει,\n252  οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι\n253  εἶδος καὶ μέγεθος· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.\n254  τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε,\n255  εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων.\n256  ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,\n257  τεῦ δμὼς εἶς ἀνδρῶν; τεῦ δʼ ὄρχατον ἀμφιπολεύεις;\n258  καὶ μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,\n259  εἰ ἐτεόν γʼ Ἰθάκην τήνδʼ ἱκόμεθʼ, ὥς μοι ἔειπεν\n260  οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδʼ ἰόντι,\n261  οὔ τι μάλʼ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα\n262  εἰπεῖν ἠδʼ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον\n263  ἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστιν\n264  ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.\n265  ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·\n266  ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ\n267  ἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος\n268  ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα·\n269  εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε\n270  Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ.\n271  τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,\n272  ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,\n273  καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.\n274  χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα,\n275  δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,\n276  δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,\n277  τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας,\n278  χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,\n279  τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.\n280  τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων·\n281  ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,\n282  ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν·\n283  δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων·\n284  εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,\n285  τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε\n286  καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.\n287  ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,\n288  πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον\n289  σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε,\n290  δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης\n291  ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου\n292  θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρ\n293  κλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα·\n294  οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,\n295  κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,\n296  ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων.\n297  καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·\n298  τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;\n299  ποῦ δὲ νηῦς ἕστηκε θοή, ἥ σʼ ἤγαγε δεῦρο\n300  ἀντιθέους θʼ ἑτάρους; ἦ ἔμπορος εἰλήλουθας\n301  νηὸς ἐπʼ ἀλλοτρίης, οἱ δʼ ἐκβήσαντες ἔβησαν;\n302  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n303  τοιγὰρ ἐγώ τοι πάντα μάλʼ ἀτρεκέως καταλέξω.\n304  εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,\n305  υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος·\n306  αὐτὰρ ἐμοί γʼ ὄνομʼ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων\n307  πλάγξʼ ἀπὸ Σικανίης δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·\n308  νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος.\n309  αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,\n310  ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,\n311  δύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,\n312  δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,\n313  χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δʼ ἔτι νῶϊν ἐώλπει\n314  μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν.\n315  ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·\n316  ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν\n317  χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.\n318  τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη\n319  δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι.\n320  κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα·\n321  κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,\n322  ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.\n323  ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.\n324  ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·\n325  μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,\n326  λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.\n327  τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·\n328  εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις,\n329  σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.\n330  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n331  οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,\n332  τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι\n333  οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ\n334  ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην\n335  δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.\n336  εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν\n337  εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα\n338  παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν\n339  ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.\n340  ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,\n341  συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας\n342  δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος\n343  ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν—\n344  ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.\n345  ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,\n346  σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.\n347  ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ\n348  εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.\n349  αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,\n350  ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·\n351  Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον,\n352  εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.\n353  νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες\n354  ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ\n355  πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.\n356  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·\n357  θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.\n358  ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·\n359  ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην\n360  προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.\n361  ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.\n362  οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,\n363  εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην\n364  ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον.\n365  τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ\n366  ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,\n367  ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη\n368  ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν,\n369  μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.\n370  ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,\n371  ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·\n372  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n373  ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων\n374  εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.\n375  τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·\n376  αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,\n377  οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,\n378  ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,\n379  τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,\n380  τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν\n381  ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα\n382  πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.\n383  ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.\n384  οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,\n385  ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·\n386  ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ\n387  ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος,\n388  ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν\n389  μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα\n390  ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.\n391  οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,\n392  ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς\n393  μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν·\n394  ὦ γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς·\n395  δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες\n396  μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.\n397  ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσας\n398  ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ,\n399  καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·\n400  ὦ φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν\n401  οὐδʼ ἔτʼ ὀϊομένοισι, θεοὶ δέ σʼ ἀνήγαγον αὐτοί,\n402  οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.\n403  καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,\n404  ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια\n405  νοστήσαντά σε δεῦρʼ, ἦ ἄγγελον ὀτρύνωμεν.\n406  τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς\n407  ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;\n408  ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου.\n409  ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα\n410  δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,\n411  ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.\n412  ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·\n413  Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,\n414  μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα.\n415  οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος\n416  μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος,\n417  ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,\n418  τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον\n419  πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες·\n420  αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.\n421  αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,\n422  τοῖσιν δʼ Εὐπείθης ἀνά θʼ ἵστατο καὶ μετέειπε·\n423  παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,\n424  Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς·\n425  τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν·\n426  ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδʼ ἐμήσατʼ Ἀχαιούς·\n427  τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς\n428  ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δʼ ὤλεσε λαούς·\n429  τοὺς δʼ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχʼ ἀρίστους,\n430  ἀλλʼ ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι\n431  ἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,\n432  ἴομεν· ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθʼ αἰεί·\n433  λώβη γὰρ τάδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,\n434  εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας\n435  τισόμεθʼ. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο\n436  ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.\n437  ἀλλʼ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.\n438  ὣς φάτο δάκρυ χέων, οἶκτος δʼ ἕλε πάντας Ἀχαιούς.\n439  ἀγχίμολον δέ σφʼ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς\n440  ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,\n441  ἔσταν δʼ ἐν μέσσοισι· τάφος δʼ ἕλεν ἄνδρα ἕκαστον.\n442  τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς·\n443  κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺς\n444  ἀθανάτων ἀέκητι θεῶν τάδʼ ἐμήσατο ἔργα·\n445  αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥʼ Ὀδυσῆϊ\n446  ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.\n447  ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʼ Ὀδυσῆος\n448  φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων\n449  θῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.\n450  ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.\n451  τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης\n452  Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·\n453  ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·\n454  κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·\n455  ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·\n456  οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν,\n457  ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,\n458  οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,\n459  κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν\n460  ἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι.\n461  καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω·\n462  μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.\n463  ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ\n464  ἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον·\n465  οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλʼ Εὐπείθει\n466  πείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο.\n467  αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,\n468  ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.\n469  τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι·\n470  φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν\n471  ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.\n472  αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·\n473  ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,\n474  εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;\n475  ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν\n476  τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;\n477  τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·\n478  τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;\n479  οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,\n480  ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;\n481  ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.\n482  ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,\n483  ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,\n484  ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο\n485  ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων\n486  ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.\n487  ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,\n488  βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.\n489  οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,\n490  τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·\n491  ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.\n492  ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν·\n493  στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας·\n494  αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα·\n495  οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον.\n496  ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,\n497  τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο·\n498  ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον,\n499  καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.\n500  αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,\n501  ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἄρχε δʼ Ὀδυσσεύς.\n502  τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη\n503  Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.\n504  τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς·\n505  αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν·\n506  Τηλέμαχʼ, ἤδη μὲν τόδε γʼ εἴσεαι αὐτὸς ἐπελθών,\n507  ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,\n508  μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ\n509  ἀλκῇ τʼ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʼ αἶαν.\n510  τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·\n511  ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, πάτερ φίλε, τῷδʼ ἐπὶ θυμῷ\n512  οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.\n513  ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε·\n514  τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω·\n515  υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν.\n516  τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη·\n517  ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθʼ ἑταίρων,\n518  εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί,\n519  αἶψα μαλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.\n520  ὣς φάτο, καί ῥʼ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη\n521  εὐξάμενος δʼ ἄρʼ ἔπειτα Διὸς κούρῃ μεγάλοιο,\n522  αἶψα μάλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,\n523  καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου.\n524  ἡ δʼ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός,\n525  δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.\n526  ἐν δʼ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός,\n527  τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.\n528  καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους,\n529  εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,\n530  ἤϋσεν φωνῇ, κατὰ ἔσχεθε λαὸν ἅπαντα.\n531  ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο,\n532  ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.\n533  ὣς φάτʼ Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλεν·\n534  τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα,\n535  πάντα δʼ ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης·\n536  πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο.\n537  σμερδαλέον δʼ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς,\n538  οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις.\n539  καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν,\n540  κὰδ δʼ ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.\n541  δὴ τότʼ Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη·\n542  διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,\n543  ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο,\n544  μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς.\n545  ὣς φάτʼ Ἀθηναίη, ὁ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ.\n546  ὅρκια δʼ αὖ κατόπισθε μετʼ ἀμφοτέροισιν ἔθηκεν\n547  Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,\n548  Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.","license_id":"cc-by-sa-3.0-us","edition_id":"perseus-grc2","source_id":"source:grc:homer-odyssey-perseus-grc2","line_count":548}
