LOGOI

Passage

Bacchylides, Dithyrambs 15.50–15.56 (ant. 3)

grc bacchylides dithyrambs

ὦ Τρῶες ἀρηΐφιλοι, Ζεὺς ὑψιμέδων, ὃς ἅπαντα δέρκεται, οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων, ἀλλʼ ἐν μέσῳ κεῖται κιχεῖν πᾶσιν ἀνθρώποις Δίκαν ἰθεῖαν, ἁγνᾶς Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς Θέμιτος· ὀλβίων παῖδές νιν αἱρεῦνται σύνοικον.

Provenance

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable