Passage
Aristotle, Metaphysics book 1 (DIORISIS sentence 110)
grc aristotle metaphysics
καὶ γὰρ οὗτος κατασκευάζων τὴν τοῦ παντὸς γένεσιν πρώτιστον μέν ʼφησινʼ ἔρωτα θεῶν μητίσατο πάντων Ἡσίοδος δὲ πάντων μὲν πρώτιστα χάος γένετʼ, αὐτὰρ ἔπειτα γαῖʼ εὐρύστερνος ἠδʼ ἔρος, ὃς πάντεσσι μεταπρέπει ἀθανάτοισιν, ὡς δέον ἐν τοῖς οὖσιν ὑπάρχειν τινʼ αἰτίαν ἥτις κινήσει καὶ συνάξει τὰ πράγματα.