Passage
Aristotle, Metaphysics book 1 (DIORISIS sentence 49)
grc aristotle metaphysics
ἀλλὰ μὴν καὶ διδασκαλική γε ἡ τῶν αἰτιῶν θεωρητικὴ μᾶλλον ʼοὗτοι γὰρ διδάσκουσιν, οἱ τὰς αἰτίας λέγοντες περὶ ἑκάστοὐ, τὸ δʼ εἰδέναι καὶ τὸ ἐπίστασθαι αὐτῶν ἕνεκα μάλισθʼ ὑπάρχει τῇ τοῦ μάλιστα ἐπιστητοῦ ἐπιστήμῃ ʼὁ γὰρ τὸ ἐπίστασθαι διʼ αὑτὸ αἱρούμενος τὴν μάλιστα ἐπιστήμην μάλιστα αἱρήσεται, τοιαύτη δʼ ἐστὶν ἡ τοῦ μάλιστα ἐπιστητοὖ, μάλιστα δʼ ἐπιστητὰ τὰ πρῶτα καὶ τὰ αἴτια ʼδιὰ γὰρ ταῦτα καὶ ἐκ τούτων τἆλλα γνωρίζεται ἀλλʼ οὐ ταῦτα διὰ τῶν ὑποκειμένωνʼ, ἀρχικωτάτη δὲ τῶν ἐπιστημῶν, καὶ μᾶλλον ἀρχικὴ τῆς ὑπηρετούσης, ἡ γνωρίζουσα τίνος ἕνεκέν ἐστι πρακτέον ἕκαστον: Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable