LOGOI

Passage

Aristotle, Metaphysics book 11 (DIORISIS sentence 3161)

grc aristotle metaphysics

μεταβάλλει δὲ τὸ μεταβάλλον τὸ μὲν κατὰ συμβεβηκός, ὡς τὸ μουσικὸν βαδίζει, τὸ δὲ τῷ τούτου τι μεταβάλλειν ἁπλῶς λέγεται μεταβάλλειν, οἷον ὅσα κατὰ μέρη ʼὑγιάζεται γὰρ τὸ σῶμα, ὅτι ὁ ὀφθαλμόςʼ, ἔστι δέ τι ὃ καθʼ αὑτὸ πρῶτον κινεῖται, καὶ τοῦτʼ ἔστι τὸ καθʼ αὑτὸ κινητόν.

Provenance