Passage
Aristotle, Metaphysics book 2 (DIORISIS sentence 380)
grc aristotle metaphysics
ὁμοίως δὲ οὐδὲ τὸ οὗ ἕνεκα εἰς ἄπειρον οἷόν τε ἰέναι, βάδισιν μὲν ὑγιείας ἕνεκα, ταύτην δʼ εὐδαιμονίας, τὴν δʼ εὐδαιμονίαν ἄλλου, καὶ οὕτως ἀεὶ ἄλλο ἄλλου ἕνεκεν εἶναι: