LOGOI

Passage

Aristotle, Metaphysics book 5 (DIORISIS sentence 1206)

grc aristotle metaphysics

τὸ ὂν λέγεται τὸ μὲν κατὰ συμβεβηκὸς τὸ δὲ καθʼ αὑτό, κατὰ συμβεβηκὸς μέν, οἷον τὸν δίκαιον μουσικὸν εἶναί φαμεν καὶ τὸν ἄνθρωπον μουσικὸν καὶ τὸν μουσικὸν ἄνθρωπον, παραπλησίως λέγοντες ὡσπερεὶ τὸν μουσικὸν οἰκοδομεῖν ὅτι συμβέβηκε τῷ οἰκοδόμῳ μουσικῷ εἶναι ἢ τῷ μουσικῷ οἰκοδόμῳ ʼτὸ γὰρ τόδε εἶναι τόδε σημαίνει τὸ συμβεβηκέναι τῷδε τόδἐ, οὕτω δὲ καὶ ἐπὶ τῶν εἰρημένων:

Provenance

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable