Passage
Aristotle, Metaphysics book 7 (DIORISIS sentence 1783)
grc aristotle metaphysics
αἴτιον δὲ ὅτι γίγνεται ἐκ τῆς στερήσεως καὶ τοῦ ὑποκειμένου, ὃ λέγομεν τὴν ὕλην ʼοἷον καὶ ὁ ἄνθρωπος καὶ ὁ κάμνων γίγνεται ὑγιήςʼ, μᾶλλον μέντοι λέγεται γίγνεσθαι ἐκ τῆς στερήσεως, οἷον ἐκ κάμνοντος ὑγιὴς ἢ ἐξ ἀνθρώπου, διὸ κάμνων μὲν ὁ ὑγιὴς οὐ λέγεται, ἄνθρωπος δέ, καὶ ὁ ἄνθρωπος ὑγιής: