LOGOI

Passage

Aristotle, Metaphysics book 8 (DIORISIS sentence 2143)

grc aristotle metaphysics

ἐν πάσαις γὰρ ταῖς ἀντικειμέναις μεταβολαῖς ἐστί τι τὸ ὑποκείμενον ταῖς μεταβολαῖς, οἷον κατὰ τόπον τὸ νῦν μὲν ἐνταῦθα πάλιν δʼ ἄλλοθι, καὶ κατʼ αὔξησιν ὃ νῦν μὲν τηλικόνδε πάλιν δʼ ἔλαττον ἢ μεῖζον, καὶ κατʼ ἀλλοίωσιν ὃ νῦν μὲν ὑγιὲς πάλιν δὲ κάμνον:

Provenance