LOGOI

Passage

Aristotle, Metaphysics book 8 (DIORISIS sentence 2180)

grc aristotle metaphysics

δεῖ δὲ μὴ ἀγνοεῖν ὅτι ἐνίοτε λανθάνει πότερον σημαίνει τὸ ὄνομα τὴν σύνθετον οὐσίαν ἢ τὴν ἐνέργειαν καὶ τὴν μορφήν, οἷον ἡ οἰκία πότερον σημεῖον τοῦ κοινοῦ ὅτι σκέπασμα ἐκ πλίνθων καὶ λίθων ὡδὶ κειμένων, ἢ τῆς ἐνεργείας καὶ τοῦ εἴδους ὅτι σκέπασμα, καὶ γραμμὴ πότερον δυὰς ἐν μήκει ἢ δυάς, καὶ ζῷον πότερον ψυχὴ ἐν σώματι ἢ ψυχή:

Provenance

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable