Passage
Aristotle, Nicomachean Ethics 1096b (DIORISIS sentence 113)
grc aristotle nicomachean ethics
εἰ δὲ καὶ ταῦτʼ ἐστὶ τῶν καθʼ αὑτά, τὸν τἀγαθοῦ λόγον ἐν ἅπασιν αὐτοῖς τὸν αὐτὸν ἐμφαίνεσθαι δεήσει, καθάπερ ἐν χιόνι καὶ ψιμυθίῳ τὸν τῆς λευκότητος.