Passage
Aristotle, Nicomachean Ethics 1099b (DIORISIS sentence 246)
grc aristotle nicomachean ethics
εἰ δʼ ἐστὶν οὕτω βέλτιον ἢ τὸ διὰ τύχην εὐδαιμονεῖν, εὔλογον ἔχειν οὕτως, εἴπερ τὰ κατὰ φύσιν, ὡς οἷόν τε κάλλιστα ἔχειν, οὕτω πέφυκεν, ὁμοίως δὲ καὶ τὰ κατὰ τέχνην καὶ πᾶσαν αἰτίαν, καὶ μάλιστα τὰ κατὰ τὴν ἀρίστην.