Passage
Aristotle, Nicomachean Ethics 1108a (DIORISIS sentence 553)
grc aristotle nicomachean ethics
περὶ μὲν οὖν τὸ ἀληθὲς ὁ μὲν μέσος ἀληθής τις καὶ ἡ μεσότης ἀλήθεια λεγέσθω, ἡ δὲ προσποίησις ἡ μὲν ἐπὶ τὸ μεῖζον ἀλαζονεία καὶ ὁ ἔχων αὐτὴν ἀλαζών, ἡ δʼ ἐπὶ τὸ ἔλαττον εἰρωνεία καὶ εἴρων ὁ ἔχων περὶ δὲ τὸ ἡδὺ τὸ μὲν ἐν παιδιᾷ ὁ μὲν μέσος εὐτράπελος καὶ ἡ διάθεσις εὐτραπελία, ἡ δʼ ὑπερβολὴ βωμολοχία καὶ ὁ ἔχων αὐτὴν βωμολόχος, ὁ δʼ ἐλλείπων ἄγροικός τις καὶ ἡ ἕξις ἀγροικία: