Passage
Aristotle, Nicomachean Ethics 1121b (DIORISIS sentence 1179)
grc aristotle nicomachean ethics
οἱ μὲν γὰρ ἐν ταῖς τοιαύταις προσηγορίαις οἷον φειδωλοὶ γλίσχροι κίμβικες, πάντες τῇ δόσει ἐλλείπουσι, τῶν δʼ ἀλλοτρίων οὐκ ἐφίενται οὐδὲ βούλονται λαμβάνειν, οἳ μὲν διά τινα ἐπιείκειαν καὶ εὐλάβειαν τῶν αἰσχρῶν ʼδοκοῦσι γὰρ ἔνιοι ἢ φασί γε διὰ τοῦτο φυλάττειν, ἵνα μή ποτʼ ἀναγκασθῶσιν αἰσχρόν τι πρᾶξαι: