Passage
Aristotle, Nicomachean Ethics 1130a (DIORISIS sentence 1574)
grc aristotle nicomachean ethics
ἔτι περὶ μὲν τἆλλα πάντα ἀδικήματα γίνεται ἡ ἐπαναφορὰ ἐπί τινα μοχθηρίαν ἀεί, οἷον εἰ ἐμοίχευσεν, ἐπʼ ἀκολασίαν, εἰ ἐγκατέλιπε τὸν παραστάτην, ἐπὶ δειλίαν, εἰ ἐπάταξεν, ἐπʼ ὀργήν: