Passage
Aristotle, Nicomachean Ethics 1134a (DIORISIS sentence 1742)
grc aristotle nicomachean ethics
καὶ ἡ μὲν δικαιοσύνη ἐστὶ καθʼ ἣν ὁ δίκαιος λέγεται πρακτικὸς κατὰ προαίρεσιν τοῦ δικαίου, καὶ διανεμητικὸς καὶ αὑτῷ πρὸς ἄλλον καὶ ἑτέρῳ πρὸς ἕτερον οὐχ οὕτως ὥστε τοῦ μὲν αἱρετοῦ πλέον αὑτῷ ἔλαττον δὲ τῷ πλησίον, τοῦ βλαβεροῦ δʼ ἀνάπαλιν, ἀλλὰ τοῦ ἴσου τοῦ κατʼ ἀναλογίαν, ὁμοίως δὲ καὶ ἄλλῳ πρὸς ἄλλον. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable