Passage
Aristotle, Nicomachean Ethics 1149b (DIORISIS sentence 2396)
grc aristotle nicomachean ethics
διὸ καὶ τὰ θηρία οὔτε σώφρονα οὔτʼ ἀκόλαστα λέγομεν ἀλλʼ ἢ κατὰ μεταφορὰν καὶ εἴ τινι ὅλως ἄλλο πρὸς ἄλλο διαφέρει γένος τῶν ζῴων ὕβρει καὶ σιναμωρίᾳ καὶ τῷ παμφάγον εἶναι: