Passage
Aristotle, Nicomachean Ethics 1150b (DIORISIS sentence 2432)
grc aristotle nicomachean ethics
ἔνιοι γάρ, ὥσπερ προγαργαλίσαντες οὐ γαργαλίζονται, οὕτω καὶ προαισθόμενοι καὶ προϊδόντες καὶ προεγείραντες ἑαυτοὺς καὶ τὸν λογισμὸν οὐχ ἡττῶνται ὑπὸ τοῦ πάθους, οὔτʼ ἂν ἡδὺ ᾖ οὔτʼ ἂν λυπηρόν.