Passage
Aristotle, Nicomachean Ethics 1160a (DIORISIS sentence 2891)
grc aristotle nicomachean ethics
εἰσὶ δʼ αἱ μὲν πολιτεῖαι βασιλεία τε καὶ ἀριστοκρατία, τρίτη δὲ ἀπὸ τιμημάτων, ἣν τιμοκρατικὴν λέγειν οἰκεῖον φαίνεται, πολιτείαν δʼ αὐτὴν εἰώθασιν οἱ πλεῖστοι καλεῖν.