Passage
Aristotle, Nicomachean Ethics 1165b (DIORISIS sentence 3153)
grc aristotle nicomachean ethics
ὅταν δʼ ὑπὸ τῆς ἐκείνου προσποιήσεως ἀπατηθῇ, δίκαιον ἐγκαλεῖν τῷ ἀπατήσαντι, καὶ μᾶλλον ἢ τοῖς τὸ νόμισμα κιβδηλεύουσιν, ὅσῳ περὶ τιμιώτερον ἡ κακουργία.