Passage
Aristotle, Nicomachean Ethics 1167b (DIORISIS sentence 3250)
grc aristotle nicomachean ethics
καθάπερ οὖν ἐπὶ τῶν δανείων οἱ μὲν ὀφείλοντες βούλονται μὴ εἶναι οἷς ὀφείλουσιν, οἱ δὲ δανείσαντες καὶ ἐπιμελοῦνται τῆς τῶν ὀφειλόντων σωτηρίας, οὕτω καὶ τοὺς εὐεργετήσαντας βούλεσθαι εἶναι τοὺς παθόντας ὡς κομιουμένους τὰς χάριτας, τοῖς δʼ οὐκ εἶναι ἐπιμελὲς τὸ ἀνταποδοῦναι.