Passage
Aristotle, Nicomachean Ethics 1180a (DIORISIS sentence 3817)
grc aristotle nicomachean ethics
εἰ δʼ οὖν, καθάπερ εἴρηται, τὸν ἐσόμενον ἀγαθὸν τραφῆναι καλῶς δεῖ καὶ ἐθισθῆναι, εἶθʼ οὕτως ἐν ἐπιτηδεύμασιν ἐπιεικέσι ζῆν καὶ μήτʼ ἄκοντα μήθʼ ἑκόντα πράττειν τὰ φαῦλα, ταῦτα δὲ γίνοιτʼ ἂν βιουμένοις κατά τινα νοῦν καὶ τάξιν ὀρθήν, ἔχουσαν ἰσχύν: