Passage
Aristotle, Nicomachean Ethics 1180b (DIORISIS sentence 3835)
grc aristotle nicomachean ethics
οὐ μὴν ἀλλʼ ἑνός τινος οὐδὲν ἴσως κωλύει καλῶς ἐπιμεληθῆναι καὶ ἀνεπιστήμονα ὄντα, τεθεαμένον δʼ ἀκριβῶς τὰ συμβαίνοντα ἐφʼ ἑκάστῳ διʼ ἐμπειρίαν, καθάπερ καὶ ἰατροὶ ἔνιοι δοκοῦσιν ἑαυτῶν ἄριστοι εἶναι, ἑτέρῳ οὐδὲν ἂν δυνάμενοι ἐπαρκέσαι.