LOGOI

Passage

Epictetus, Discourses 1.6 (DIORISIS sentence 307)

grc epictetus discourses

διὰ τοῦτο ἐκείνοις μὲν ἀρκεῖ τὸ ἐσθίειν καὶ πίνειν καὶ τὸ ἀναπαύεσθαι καὶ ὀχεύειν καὶ τἆλλʼ ὅσα ἐπιτελεῖ τῶν αὑτῶν ἕκαστον, ἡμῖν δʼ, οἷς καὶ τὴν παρακολουθητικὴν δύναμιν ἔδωκεν, οὐκέτι ταῦτʼ ἀπαρκεῖ, ἀλλʼ ἂν μὴ κατὰ τρόπον καὶ τεταγμένως καὶ ἀκολούθως τῇ ἑκάστου φύσει καὶ κατασκευῇ πράττωμεν, οὐκέτι τοῦ τέλους τευξόμεθα τοῦ ἑαυτῶν.

Provenance