LOGOI

Passage

Epictetus, Discourses 1.9 (DIORISIS sentence 455)

grc epictetus discourses

τὸν δὲ φιλόσοφον ἡμῖν δεήσει ἄλλοις θαρροῦντα καὶ ἐπαναπαυόμενον ἀποδημεῖν καὶ μὴ ἐπιμελεῖσθαι αὐτὸν αὑτοῦ καὶ τῶν θηρίων τῶν ἀλόγων εἶναι χείρονα καὶ δειλότερον, ὧν ἕκαστον αὐτὸ αὑτῷ ἀρκούμενον οὔτε τροφῆς ἀπορεῖ τῆς οἰκείας οὔτε διεξαγωγῆς τῆς καταλλήλου καὶ κατὰ φύσιν;

Provenance

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable