LOGOI

Passage

Epictetus, Discourses 2.24 (DIORISIS sentence 3601)

grc epictetus discourses

— ἐκεῖνο μόνον ἔχω σοι εἰπεῖν, ὅτι ὁ ἀγνοῶν, τίς ἐστι καὶ ἐπὶ τί γέγονεν καὶ ἐν τίνι τούτῳ τῷ κόσμῳ καὶ μετὰ τίνων κοινωνῶν καὶ τίνα τὰ ἀγαθά ἐστι καὶ τὰ κακὰ καὶ τὰ καλὰ καὶ τὰ αἰσχρά, καὶ μήτε λόγῳ παρακολουθῶν μήτʼ ἀποδείξει, μήτε τί ἐστιν ἀληθὲς ἢ τί ψεῦδος, μήτε διακρῖναι ταῦτα δυνάμενος οὔτʼ ὀρέξεται κατὰ φύσιν οὔτʼ ἐκκλινεῖ οὔθʼ ὁρμήσει οὔτʼ ἐπιβαλεῖται, οὐ συγκαταθήσεται, οὐκ ἀνανεύσει, οὐκ ἐφέξει, τὸ σύνολον.

Provenance

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable