LOGOI

Passage

Epictetus, Discourses 3.24 (DIORISIS sentence 5361)

grc epictetus discourses

ἢ τί ἄλλο θέλουσιν ἐκεῖνοι ἢ καθεύδειν ἀπαραποδίστως καὶ ἀναναγκάστως καὶ ἀναστάντες ἐφʼ ἡσυχίας χασμήσασθαι καὶ τὸ πρόσωπον ἀποπλῦναι, εἶτα γράψαι καὶ ἀναγνῶναι ἃ θέλουσιν, εἶτα φλυαρῆσαί τί ποτʼ ἐπαινούμενοι ὑπὸ τῶν φίλων, ὅ τι ἂν λέγωσιν, εἶτα εἰς περίπατον προελθόντες καὶ ὀλίγα περιπατήσαντες λούσασθαι, εἶτα φαγεῖν, εἶτα κοιμηθῆναι, οἵαν δὴ κοίτην καθεύδειν τοὺς τοιούτους εἰκός— τί ἄν τις λέγοι;

Provenance