Passage
Epictetus, Discourses 3.26 (DIORISIS sentence 5666)
grc epictetus discourses
σὺ δʼ οὐ λιμὸν φοβῇ, ἀλλὰ δέδοικας μὴ οὐ σχῇς μάγειρον, μὴ οὐ σχῇς ἄλλον ὀψωνητήν, ἄλλον τὸν ὑποδήσοντα, ἄλλον τὸν ἐνδύσοντα, ἄλλους τοὺς τρίψοντας, ἄλλους τοὺς ἀκολουθήσοντας, ἵνʼ ἐν τῷ βαλανείῳ ἐκδυσάμενος καὶ ἐκτείνας σεαυτὸν ὡς οἱ ἐσταυρωμένοι τρίβῃ ἔνθεν καὶ ἔνθεν, εἶθʼ ὁ ἀλείπτης ἐπιστὰς λέγῃ μετάβηθι, δὸς πλευρόν, κεφαλὴν αὐτοῦ λάβε, παράθες τὸν ὦμον, εἶτʼ ἐλθὼν ἐκ τοῦ βαλανείου εἰς οἶκον κραυγάσῃς οὐδεὶς φέρει φαγεῖν;