LOGOI

Passage

Epictetus, Discourses 4.13 (DIORISIS sentence 7298)

grc epictetus discourses

παρακεκάθικέ σοι στρατιώτης ἐν σχήματι ἰδιωτικῷ καὶ ἀρξάμενος κακῶς λέγει τὸν Καίσαρα, εἶτα σὺ ὥσπερ ἐνέχυρον παρʼ αὐτοῦ λαβὼν τῆς πίστεως τὸ αὐτὸν τῆς λοιδορίας κατῆρχθαι λέγεις καὶ αὐτὸς ὅσα φρονεῖς, εἶτα δεθεὶς ἀπάγῃ.

Provenance

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable