LOGOI

Passage

Epictetus, Discourses 4.7 (DIORISIS sentence 6758)

grc epictetus discourses

ἂν δʼ ἐν τοῖς ἐκτὸς καὶ ἀπροαιρέτοις, ἀνάγκη κωλύεσθαι αὐτό, ἐμποδίζεσθαι, δουλεύειν τοῖς ἐκείνων ἔχουσιν ἐξουσίαν, ἃ τεθαύμακεν καὶ φοβεῖται, ἀνάγκη δʼ ἀσεβὲς εἶναι ἅτε βλάπτεσθαι οἰόμενον ὑπὸ τοῦ θεοῦ καὶ ἄνισον, ἀεὶ αὑτῷ τοῦ πλείονος περιποιητικόν, ἀνάγκη δὲ καὶ ταπεινὸν εἶναι καὶ μικροπρεπές.

Provenance

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable