Passage
Shield of Heracles 108–114
grc hesiod shield of heracles
ἀλλʼ ἄγε δύσεο τεύχεʼ ἀρήια, ὄφρα τάχιστα δίφρους ἐμπελάσαντες Ἄρηός θʼ ἡμέτερόν τε μαρνώμεσθʼ, ἐπεὶ οὔ τοι ἀτάρβητον Διὸς υἱὸν οὐδʼ Ἰφικλεΐδην δειδίξεται, ἀλλά μιν οἴω φεύξεσθαι δύο παῖδας ἀμύμονος Ἀλκεΐδαο, οἳ δή σφι σχεδόν εἰσι, λιλαιόμενοι πολέμοιο φυλόπιδα στῆσαι, τά σφιν πολὺ φίλτερα θοίνης.