Passage
Shield of Heracles 14–19
grc hesiod shield of heracles
ἔνθʼ ὅ γε δώματʼ ἔναιε σὺν αἰδοίῃ παρακοίτι νόσφιν ἄτερ φιλότητος ἐφιμέρου, οὐδέ οἱ ἦεν πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης, πρίν γε φόνον τίσαιτο κασιγνήτων μεγαθύμων ἧς ἀλόχου, μαλερῷ δὲ καταφλέξαι πυρὶ κώμας ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων.