LOGOI

Passage

Shield of Heracles 374–379

grc hesiod shield of heracles

ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο πέτραι ἀποθρῴσκωσιν, ἐπʼ ἀλλήλῃς δὲ πέσωσι, πολλαὶ δὲ δρῦς ὑψίκομοι, πολλαὶ δὲ τε πεῦκαι αἴγειροί τε τανύρριζοι ῥήγνυνται ὑπʼ αὐτέων ῥίμφα κυλινδομένων, εἵως πεδίονδʼ ἀφίκωνται, ὣς οἳ ἐπʼ ἀλλήλοισι πέσον μέγα κεκλήγοντες.

Provenance

  • Stable ID hesiod:shield-of-heracles:374-379:s199
  • Source Hesiod Shield of Heracles lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute), built over Perseus tlg0020.tlg003 · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0