Passage
Shield of Heracles 393–400
grc hesiod shield of heracles
ἦμος δὲ χλοερῷ κυανόπτερος ἠχέτα τέττιξ ὄζῳ ἐφεζόμενος θέρος ἀνθρώποισιν ἀείδειν ἄρχεται, ᾧ τε πόσις καὶ βρῶσις θῆλυς ἐέρση, καί τε πανημέριός τε καὶ ἠώιος χέει αὐδὴν ἴδει ἐν αἰνοτάτῳ, ὅτε τε χρόα Σείριος ἄζει, τῆμος δὴ κέγχροισι πέρι γλῶχες τελέθουσι τούς τε θέρει σπείρουσιν, ὅτʼ ὄμφακες αἰόλλονται, οἷα Διώνυσος δῶκʼ ἀνδράσι χάρμα καὶ ἄχθος: