Passage
Shield of Heracles 78–82
grc hesiod shield of heracles
ἥρως ὦ Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων, ἦ τε μέγʼ ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν, ἤλιτεν Ἀμφιτρύων, ὅτʼ ἐυστέφανον ποτὶ Θήβην ἦλθε λιπὼν Τίρυνθα, ἐυκτίμενον πτολίεθρον, κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκʼ εὐρυμετώπων: