Passage
Shield of Heracles 96–100
grc hesiod shield of heracles
μέγα δὲ φρεσὶ θάρσος ἀέξων ἰθὺς ἔχειν θοὸν ἅρμα καὶ ὠκυπόδων σθένος ἵππων, μηδὲν ὑποδδείσας κτύπον Ἄρεος ἀνδροφόνοιο, ὃς νῦν κεκληγὼς περιμαίνεται ἱερὸν ἄλσος Φοίβου Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος: