Passage
Theogony 108–113
grc hesiod theogony
εἴπατε δʼ, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων, ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν ὥς τʼ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.