Passage
Theogony 116–122
grc hesiod theogony
ἦ τοι μὲν πρώτιστα Χάος γένετʼ, αὐτὰρ ἔπειτα Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ Τάρταρά τʼ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης, ἠδʼ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι, λυσιμελής, πάντων δὲ θεῶν πάντων τʼ ἀνθρώπων δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.