LOGOI

Passage

Theogony 226–232

grc hesiod theogony

αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα Ὑσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τε Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε Δυσνομίην τʼ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν, Ὅρκον θʼ, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.

Provenance

  • Stable ID hesiod:theogony:226-232:s105
  • Source Hesiod Theogony lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute), built over Perseus tlg0020.tlg001 · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0