Passage
Theogony 240–262
grc hesiod theogony
Νηρῆος δʼ ἐγένοντο μεγήρατα τέκνα θεάων πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο, κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο, Πλωτώ τʼ Εὐκράντη τε Σαώ τʼ Ἀμφιτρίτη τε Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε Κυμοθόη Σπειώ τε Θόη θʼ Ἀλίη τʼ ἐρόεσσα Πασιθέη τʼ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια Ἱπποθόη τʼ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς Κυμοδόκη θʼ, ἣ κύματʼ ἐν ἠεροειδέι πόντῳ πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ, Κυμώ τʼ Ἠιόνη τε ἐυστέφανός θʼ Ἁλιμήδη Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια Ληαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα Εὐάρνη τε φυήν τʼ ἐρατὴ καὶ εἶδος ἄμωμος καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη Νησώ τʼ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε Νημερτής θʼ, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.