Passage
Theogony 289–294
grc hesiod theogony
τὸν μὲν ἄρʼ ἐξενάριξε βίη Ἡρακληείη βουσὶ παρʼ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους Τίρυνθʼ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.