Passage
Theogony 337–345
grc hesiod theogony
Τηθὺς δʼ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας, Νεῖλόν τʼ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον Φᾶσίν τε Ῥῆσόν τʼ Ἀχελώιόν τʼ ἀργυροδίνην Νέσσον τε Ῥοδίον θʼ Ἁλιάκμονά θʼ Ἑπτάπορόν τε Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον.