LOGOI

Passage

Theogony 346–361

grc hesiod theogony

τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι, Πειθώ τʼ Ἀδμήτη τε Ἰάνθη τʼ Ἠλέκτρη τε Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς Ἱππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τε Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε Πληξαύρη τε Γαλαξαύρη τʼ ἐρατή τε Διώνη Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις Περσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τε Ξάνθη τε Πετραίη τʼ ἐρόεσσα Μενεσθώ τʼ Εὐρώπη τε Μῆτίς τʼ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος Χρυσηίς τʼ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.

Provenance

  • Stable ID hesiod:theogony:346-361:s142
  • Source Hesiod Theogony lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute), built over Perseus tlg0020.tlg001 · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0