LOGOI

Passage

Theogony 389–396

grc hesiod theogony

ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη ἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον, εἶπε δʼ, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο, μή τινʼ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστον ἑξέμεν, ἣν τὸ πάρος γε μετʼ ἀθανάτοισι θεοῖσιν τὸν δʼ ἔφαθʼ, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδʼ ἀγέραστος, τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἧ θέμις ἐστίν.

Provenance

  • Stable ID hesiod:theogony:389-396:s154
  • Source Hesiod Theogony lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute), built over Perseus tlg0020.tlg001 · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0