Passage
Theogony 488–491
grc hesiod theogony
οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς λείπεθʼ, ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν. Downloads
Passage record (JSON)·Cite (BibTeX)
CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable