Passage
Theogony 629–634
grc hesiod theogony
δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέʼ ἔχοντες Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο, ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας, οἳ μὲν ἀφʼ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί, οἳ δʼ ἄρʼ ἀπʼ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων, οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα.