Passage
Theogony 649–653
grc hesiod theogony
ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.