LOGOI

Passage

Theogony 713–720

grc hesiod theogony

οἳ δʼ ἄρʼ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν Κόττος τε Βριάρεώς τε Γύης τʼ ἄατος πολέμοιο, οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν πέμπον ἐπασσυτέρας, κατὰ δʼ ἐσκίασαν βελέεσσι Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας, τόσσον ἔνερθʼ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης:

Provenance

  • Stable ID hesiod:theogony:713-720:s299
  • Source Hesiod Theogony lemmatised primary text — DIORISIS edition (Vatri & McGillivray, Alan Turing Institute), built over Perseus tlg0020.tlg001 · cc-by-sa-3.0-us
  • Receipt https://logoi.health/receipts/soul-word-journey-v0

Downloads

CC BY 4.0 with receipt attribution — every file carries its license line. What is exportable