Passage
Theogony 750–756
grc hesiod theogony
ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζε ἔρχεται, οὐδέ ποτʼ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει, ἀλλʼ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα γαῖαν ἐπιστρέφεται, ἣ δʼ αὖ δόμου ἐντὸς ἐοῦσα μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστʼ ἂν ἵκηται, ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα, ἣ δʼ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο.