Passage
Theogony 901–906
grc hesiod theogony
δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας, Εὐνουμίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν, αἳ ἔργʼ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι, Μοίρας θʼ, ᾗ πλείστην τιμὴν πόρε μητίετα Ζεύς, Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε διδοῦσι θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε.